Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἦσαν δὲ δμῶες μάλα μυρίοι, ἄλλα τε πολλὰ
  2. οἷσίν τʼ εὖ ζώουσι καὶ ἀφνειοὶ καλέονται.
  3. ἀλλὰ Ζεὺς ἀλάπαξε Κρονίων· ἤθελε γάρ που·
  4. τῷ νῦν μήποτε καὶ σύ, γύναι, ἀπὸ πᾶσαν ὀλέσσῃς
  5. ἀγλαΐην, τῇ νῦν γε μετὰ δμῳῇσι κέκασσαι·
  6. μή πώς τοι δέσποινα κοτεσσαμένη χαλεπήνῃ,
  7. ἢ Ὀδυσεὺς ἔλθῃ· ἔτι γὰρ καὶ ἐλπίδος αἶσα.
  8. εἰ δʼ ὁ μὲν ὣς ἀπόλωλε καὶ οὐκέτι νόστιμός ἐστιν,
  9. ἀλλʼ ἤδη παῖς τοῖος Ἀπόλλωνός γε ἕκητι,
  10. Τηλέμαχος· τὸν δʼ οὔ τις ἐνὶ μεγάροισι γυναικῶν
  11. λήθει ἀτασθάλλουσʼ, ἐπεὶ οὐκέτι τηλίκος ἐστίν.
  12. ὣς φάτο, τοῦ δʼ ἤκουσε περίφρων Πηνελόπεια,
  13. ἀμφίπολον δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·