Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἡ δʼ Ὀδυσῆʼ ἐνένιπε Μελανθὼ δεύτερον αὖτις·
  2. ξεῖνʼ, ἔτι καὶ νῦν ἐνθάδʼ ἀνιήσεις διὰ νύκτα
  3. δινεύων κατὰ οἶκον, ὀπιπεύσεις δὲ γυναῖκας;
  4. ἀλλʼ ἔξελθε θύραζε, τάλαν, καὶ δαιτὸς ὄνησο·
  5. ἢ τάχα καὶ δαλῷ βεβλημένος εἶσθα θύραζε.
  6. τὴν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
  7. δαιμονίη, τί μοι ὧδʼ ἐπέχεις κεκοτηότι θυμῷ;
  8. ἦ ὅτι δὴ ῥυπόω, κακὰ δὲ χροῒ εἵματα εἷμαι,
  9. πτωχεύω δʼ ἀνὰ δῆμον; ἀναγκαίη γὰρ ἐπείγει.
  10. τοιοῦτοι πτωχοὶ καὶ ἀλήμονες ἄνδρες ἔασι
  11. καὶ γὰρ ἐγώ ποτε οἶκον ἐν ἀνθρώποισιν ἔναιον
  12. ὄλβιος ἀφνειὸν καὶ πολλάκι δόσκον ἀλήτῃ,
  13. τοίῳ ὁποῖος ἔοι καὶ ὅτευ κεχρημένος ἔλθοι·