Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • τοιοῦτοι πτωχοὶ καὶ ἀλήμονες ἄνδρες ἔασι
  • καὶ γὰρ ἐγώ ποτε οἶκον ἐν ἀνθρώποισιν ἔναιον
  • ὄλβιος ἀφνειὸν καὶ πολλάκι δόσκον ἀλήτῃ,
  • τοίῳ ὁποῖος ἔοι καὶ ὅτευ κεχρημένος ἔλθοι·
  • ἦσαν δὲ δμῶες μάλα μυρίοι, ἄλλα τε πολλὰ
  • οἷσίν τʼ εὖ ζώουσι καὶ ἀφνειοὶ καλέονται.