Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀλλʼ ἔξελθε θύραζε, τάλαν, καὶ δαιτὸς ὄνησο·
  2. ἢ τάχα καὶ δαλῷ βεβλημένος εἶσθα θύραζε.
  3. τὴν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
  4. δαιμονίη, τί μοι ὧδʼ ἐπέχεις κεκοτηότι θυμῷ;
  5. ἦ ὅτι δὴ ῥυπόω, κακὰ δὲ χροῒ εἵματα εἷμαι,
  6. πτωχεύω δʼ ἀνὰ δῆμον; ἀναγκαίη γὰρ ἐπείγει.