Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὦ γύναι, οὔ πως ἔστιν ὑποκρίνασθαι ὄνειρον
  2. ἄλλῃ ἀποκλίναντʼ, ἐπεὶ ἦ ῥά τοι αὐτὸς Ὀδυσσεὺς
  3. πέφραδʼ ὅπως τελέει· μνηστῆρσι δὲ φαίνετʼ ὄλεθρος
  4. πᾶσι μάλʼ, οὐδέ κέ τις θάνατον καὶ κῆρας ἀλύξει.
  5. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  6. ξεῖνʼ, ἦ τοι μὲν ὄνειροι ἀμήχανοι ἀκριτόμυθοι
  7. γίγνοντʼ, οὐδέ τι πάντα τελείεται ἀνθρώποισι.
  8. δοιαὶ γάρ τε πύλαι ἀμενηνῶν εἰσὶν ὀνείρων·
  9. αἱ μὲν γὰρ κεράεσσι τετεύχαται, αἱ δʼ ἐλέφαντι·