παῖς δʼ ἐμὸς ἧος ἔην ἔτι νήπιος ἠδὲ χαλίφρων,γήμασθʼ οὔ μʼ εἴα πόσιος κατὰ δῶμα λιποῦσαν·νῦν δʼ ὅτε δὴ μέγας ἐστὶ καὶ ἥβης μέτρον ἱκάνει,καὶ δή μʼ ἀρᾶται πάλιν ἐλθέμεν ἐκ μεγάροιο,κτήσιος ἀσχαλόων, τήν οἱ κατέδουσιν Ἀχαιοί.ἀλλʼ ἄγε μοι τὸν ὄνειρον ὑπόκριναι καὶ ἄκουσον.χῆνές μοι κατὰ οἶκον ἐείκοσι πυρὸν ἔδουσινἐξ ὕδατος, καί τέ σφιν ἰαίνομαι εἰσορόωσα·ἐλθὼν δʼ ἐξ ὄρεος μέγας αἰετὸς ἀγκυλοχείληςπᾶσι κατʼ αὐχένας ἦξε καὶ ἔκτανεν· οἱ δʼ ἐκέχυντοἀθρόοι ἐν μεγάροις, ὁ δʼ ἐς αἰθέρα δῖαν ἀέρθη.αὐτὰρ ἐγὼ κλαῖον καὶ ἐκώκυον ἔν περ ὀνείρῳ,ἀμφὶ δʼ ἔμʼ ἠγερέθοντο ἐϋπλοκαμῖδες Ἀχαιαί,οἴκτρʼ ὀλοφυρομένην ὅ μοι αἰετὸς ἔκτανε χῆνας.