κεῖμαι ἐνὶ λέκτρῳ, πυκιναὶ δέ μοι ἀμφʼ ἀδινὸν κῆρὀξεῖαι μελεδῶνες ὀδυρομένην ἐρέθουσιν.ὡς δʼ ὅτε Πανδαρέου κούρη, χλωρηῒς ἀηδών,καλὸν ἀείδῃσιν ἔαρος νέον ἱσταμένοιο,δενδρέων ἐν πετάλοισι καθεζομένη πυκινοῖσιν,ἥ τε θαμὰ τρωπῶσα χέει πολυηχέα φωνήν,παῖδʼ ὀλοφυρομένη Ἴτυλον φίλον, ὅν ποτε χαλκῷκτεῖνε διʼ ἀφραδίας, κοῦρον Ζήθοιο ἄνακτος,ὣς καὶ ἐμοὶ δίχα θυμὸς ὀρώρεται ἔνθα καὶ ἔνθα,ἠὲ μένω παρὰ παιδὶ καὶ ἔμπεδα πάντα φυλάσσω,κτῆσιν ἐμήν, δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα,εὐνήν τʼ αἰδομένη πόσιος δήμοιό τε φῆμιν,ἦ ἤδη ἅμʼ ἕπωμαι Ἀχαιῶν ὅς τις ἄριστοςμνᾶται ἐνὶ μεγάροισι, πορὼν ἀπερείσια ἕδνα.