Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἦ μάλʼ Ὀδυσσεύς ἐσσι, φίλον τέκος· οὐδέ σʼ ἐγώ γε
  2. πρὶν ἔγνων, πρὶν πάντα ἄνακτʼ ἐμὸν ἀμφαφάασθαι.
  3. ἦ καὶ Πηνελόπειαν ἐσέδρακεν ὀφθαλμοῖσι,
  4. πεφραδέειν ἐθέλουσα φίλον πόσιν ἔνδον ἐόντα.
  5. ἡ δʼ οὔτʼ ἀθρῆσαι δύνατʼ ἀντίη οὔτε νοῆσαι·
  6. τῇ γὰρ Ἀθηναίη νόον ἔτραπεν· αὐτὰρ Ὀδυσσεὺς
  7. χεῖρʼ ἐπιμασσάμενος φάρυγος λάβε δεξιτερῆφι,
  8. τῇ δʼ ἑτέρῃ ἕθεν ἆσσον ἐρύσσατο φώνησέν τε.
  9. μαῖα, τίη μʼ ἐθέλεις ὀλέσαι; σὺ δέ μʼ ἔτρεφες αὐτὴ
  10. τῷ σῷ ἐπὶ μαζῷ· νῦν δʼ ἄλγεα πολλὰ μογήσας
  11. ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
  12. ἀλλʼ ἐπεὶ ἐφράσθης καί τοι θεὸς ἔμβαλε θυμῷ,
  13. σίγα, μή τίς τʼ ἄλλος ἐνὶ μεγάροισι πύθηται.
  14. ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται·