Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. εὖ ἰησάμενοι ἠδʼ ἀγλαὰ δῶρα πορόντες
  2. καρπαλίμως χαίροντα φίλην ἐς πατρίδʼ ἔπεμπον
  3. εἰς Ἰθάκην. τῷ μέν ῥα πατὴρ καὶ πότνια μήτηρ
  4. χαῖρον νοστήσαντι καὶ ἐξερέεινον ἕκαστα,
  5. οὐλὴν ὅττι πάθοι· ὁ δʼ ἄρα σφίσιν εὖ κατέλεξεν
  6. ὥς μιν θηρεύοντʼ ἔλασεν σῦς λευκῷ ὀδόντι,
  7. Παρνησόνδʼ ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο.
  8. τὴν γρηῢς χείρεσσι καταπρηνέσσι λαβοῦσα
  9. γνῶ ῥʼ ἐπιμασσαμένη, πόδα δὲ προέηκε φέρεσθαι·
  10. ἐν δὲ λέβητι πέσε κνήμη, κανάχησε δὲ χαλκός,
  11. ἂψ δʼ ἑτέρωσʼ ἐκλίθη· τὸ δʼ ἐπὶ χθονὸς ἐξέχυθʼ ὕδωρ.
  12. τὴν δʼ ἅμα χάρμα καὶ ἄλγος ἕλε φρένα, τὼ δέ οἱ ὄσσε
  13. δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.
  14. ἁψαμένη δὲ γενείου Ὀδυσσῆα προσέειπεν·