Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἤδη τοιόσδʼ ἐστὶ πόδας τοιόσδε τε χεῖρας·
  2. αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσιν.
  3. ὣς ἄρʼ ἔφη, γρηῢς δὲ κατέσχετο χερσὶ πρόσωπα,
  4. δάκρυα δʼ ἔκβαλε θερμά, ἔπος δʼ ὀλοφυδνὸν ἔειπεν·
  5. ὤ μοι ἐγὼ σέο, τέκνον, ἀμήχανος· ἦ σε περὶ Ζεὺς
  6. ἀνθρώπων ἤχθηρε θεουδέα θυμὸν ἔχοντα.
  7. οὐ γάρ πώ τις τόσσα βροτῶν Διὶ τερπικεραύνῳ
  8. πίονα μηρίʼ ἔκηʼ οὐδʼ ἐξαίτους ἑκατόμβας,