Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ξείνων τηλεδαπῶν φιλίων ἐμὸν ἵκετο δῶμα,
  • ὡς σὺ μάλʼ εὐφραδέως πεπνυμένα πάντʼ ἀγορεύεις·
  • ἔστι δέ μοι γρηῢς πυκινὰ φρεσὶ μήδεʼ ἔχουσα
  • ἣ κεῖνον δύστηνον ἐῢ τρέφεν ἠδʼ ἀτίταλλε,
  • δεξαμένη χείρεσσʼ, ὅτε μιν πρῶτον τέκε μήτηρ,
  • ἥ σε πόδας νίψει, ὀλιγηπελέουσά περ ἔμπης.
  • ἀλλʼ ἄγε νῦν ἀνστᾶσα, περίφρων Εὐρύκλεια,
  • νίψον σοῖο ἄνακτος ὁμήλικα· καί που Ὀδυσσεὺς