Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • οὐδέ τί μοι ποδάνιπτρα ποδῶν ἐπιήρανα θυμῷ
  • γίγνεται· οὐδὲ γυνὴ ποδὸς ἅψεται ἡμετέροιο
  • τάων αἵ τοι δῶμα κάτα δρήστειραι ἔασιν,
  • εἰ μή τις γρηῦς ἔστι παλαιή, κεδνὰ ἰδυῖα,
  • ἥ τις δὴ τέτληκε τόσα φρεσὶν ὅσσα τʼ ἐγώ περ·
  • τῇ δʼ οὐκ ἂν φθονέοιμι ποδῶν ἅψασθαι ἐμεῖο.