Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ἦ τοι ἐμοὶ χλαῖναι καὶ ῥήγεα σιγαλόεντα
  • ἤχθεθʼ, ὅτε πρῶτον Κρήτης ὄρεα νιφόεντα
  • νοσφισάμην ἐπὶ νηὸς ἰὼν δολιχηρέτμοιο,
  • κείω δʼ ὡς τὸ πάρος περ ἀΰπνους νύκτας ἴαυον·
  • πολλὰς γὰρ δὴ νύκτας ἀεικελίῳ ἐνὶ κοίτῃ
  • ἄεσα καί τʼ ἀνέμεινα ἐΰθρονον Ἠῶ δῖαν.