Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τοῦ μέν τε κλέος εὐρὺ δὶα ξεῖνοι φορέουσι
  2. πάντας ἐπʼ ἀνθρώπους, πολλοί τέ μιν ἐσθλὸν ἔειπον.
  3. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  4. ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,
  5. ἦ τοι ἐμοὶ χλαῖναι καὶ ῥήγεα σιγαλόεντα
  6. ἤχθεθʼ, ὅτε πρῶτον Κρήτης ὄρεα νιφόεντα
  7. νοσφισάμην ἐπὶ νηὸς ἰὼν δολιχηρέτμοιο,
  8. κείω δʼ ὡς τὸ πάρος περ ἀΰπνους νύκτας ἴαυον·
  9. πολλὰς γὰρ δὴ νύκτας ἀεικελίῳ ἐνὶ κοίτῃ
  10. ἄεσα καί τʼ ἀνέμεινα ἐΰθρονον Ἠῶ δῖαν.
  11. οὐδέ τί μοι ποδάνιπτρα ποδῶν ἐπιήρανα θυμῷ
  12. γίγνεται· οὐδὲ γυνὴ ποδὸς ἅψεται ἡμετέροιο
  13. τάων αἵ τοι δῶμα κάτα δρήστειραι ἔασιν,
  14. εἰ μή τις γρηῦς ἔστι παλαιή, κεδνὰ ἰδυῖα,
  15. ἥ τις δὴ τέτληκε τόσα φρεσὶν ὅσσα τʼ ἐγώ περ·
  16. τῇ δʼ οὐκ ἂν φθονέοιμι ποδῶν ἅψασθαι ἐμεῖο.
  17. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  18. ξεῖνε φίλʼ· οὐ γάρ πώ τις ἀνὴρ πεπνυμένος ὧδε
  19. ξείνων τηλεδαπῶν φιλίων ἐμὸν ἵκετο δῶμα,
  20. ὡς σὺ μάλʼ εὐφραδέως πεπνυμένα πάντʼ ἀγορεύεις·
  21. ἔστι δέ μοι γρηῢς πυκινὰ φρεσὶ μήδεʼ ἔχουσα
  22. ἣ κεῖνον δύστηνον ἐῢ τρέφεν ἠδʼ ἀτίταλλε,
  23. δεξαμένη χείρεσσʼ, ὅτε μιν πρῶτον τέκε μήτηρ,
  24. ἥ σε πόδας νίψει, ὀλιγηπελέουσά περ ἔμπης.
  25. ἀλλʼ ἄγε νῦν ἀνστᾶσα, περίφρων Εὐρύκλεια,
  26. νίψον σοῖο ἄνακτος ὁμήλικα· καί που Ὀδυσσεὺς
  27. ἤδη τοιόσδʼ ἐστὶ πόδας τοιόσδε τε χεῖρας·
  28. αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσιν.
  29. ὣς ἄρʼ ἔφη, γρηῢς δὲ κατέσχετο χερσὶ πρόσωπα,
  30. δάκρυα δʼ ἔκβαλε θερμά, ἔπος δʼ ὀλοφυδνὸν ἔειπεν·
  31. ὤ μοι ἐγὼ σέο, τέκνον, ἀμήχανος· ἦ σε περὶ Ζεὺς
  32. ἀνθρώπων ἤχθηρε θεουδέα θυμὸν ἔχοντα.
  33. οὐ γάρ πώ τις τόσσα βροτῶν Διὶ τερπικεραύνῳ
  34. πίονα μηρίʼ ἔκηʼ οὐδʼ ἐξαίτους ἑκατόμβας,
  35. ὅσσα σὺ τῷ ἐδίδους, ἀρώμενος ἧος ἵκοιο
  36. γῆράς τε λιπαρὸν θρέψαιό τε φαίδιμον υἱόν·
  37. νῦν δέ τοι οἴῳ πάμπαν ἀφείλετο νόστιμον ἦμαρ.
  38. οὕτω που καὶ κείνῳ ἐφεψιόωντο γυναῖκες
  39. ξείνων τηλεδαπῶν, ὅτε τευ κλυτὰ δώμαθʼ ἵκοιτο,
  40. ὡς σέθεν αἱ κύνες αἵδε καθεψιόωνται ἅπασαι,
  41. τάων νῦν λώβην τε καὶ αἴσχεα πόλλʼ ἀλεείνων
  42. οὐκ ἐάας νίζειν· ἐμὲ δʼ οὐκ ἀέκουσαν ἄνωγε
  43. κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια.
  44. τῷ σε πόδας νίψω ἅμα τʼ αὐτῆς Πηνελοπείης
  45. καὶ σέθεν εἵνεκʼ, ἐπεί μοι ὀρώρεται ἔνδοθι θυμὸς