Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς φάτο, τῇ δʼ ἔτι μᾶλλον ὑφʼ ἵμερον ὦρσε γόοιο,
  2. σήματʼ ἀναγνούσῃ τά οἱ ἔμπεδα πέφραδʼ Ὀδυσσεύς.
  3. ἡ δʼ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο.
  4. καὶ τότε μιν μύθοισιν ἀμειβομένη προσέειπε·
  5. νῦν μὲν δή μοι, ξεῖνε, πάρος περ ἐὼν ἐλεεινός,
  6. ἐν μεγάροισιν ἐμοῖσι φίλος τʼ ἔσῃ αἰδοῖός τε·
  7. αὐτὴ γὰρ τάδε εἵματʼ ἐγὼ πόρον, οἷʼ ἀγορεύεις,