Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • καλὴν πορφυρέην καὶ τερμιόεντα χιτῶνα,
  • αἰδοίως δʼ ἀπέπεμπον ἐϋσσέλμου ἐπὶ νηός.
  • καὶ μέν οἱ κῆρυξ ὀλίγον προγενέστερος αὐτοῦ
  • εἵπετο· καὶ τόν τοι μυθήσομαι, οἷος ἔην περ.
  • γυρὸς ἐν ὤμοισιν, μελανόχροος, οὐλοκάρηνος,
  • Εὐρυβάτης δʼ ὄνομʼ ἔσκε· τίεν δέ μιν ἔξοχον ἄλλων
  • ὧν ἑτάρων Ὀδυσεύς, ὅτι οἱ φρεσὶν ἄρτια ᾔδη.