Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἐξαῦτίς μιν ἔπεσσιν ἀμειβομένη προσέειπε·
  2. νῦν μὲν δή σευ, ξεῖνέ γʼ, ὀΐω πειρήσεσθαι,
  3. εἰ ἐτεὸν δὴ κεῖθι σὺν ἀντιθέοις ἑτάροισι
  4. ξείνισας ἐν μεγάροισιν ἐμὸν πόσιν, ὡς ἀγορεύεις.
  5. εἰπέ μοι ὁπποῖʼ ἄσσα περὶ χροῒ εἵματα ἕστο,
  6. αὐτός θʼ οἷος ἔην, καὶ ἑταίρους, οἵ οἱ ἕποντο.