Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς τῆς τήκετο καλὰ παρήϊα δάκρυ χεούσης,
  2. κλαιούσης ἑὸν ἄνδρα παρήμενον. αὐτὰρ Ὀδυσσεὺς
  3. θυμῷ μὲν γοόωσαν ἑὴν ἐλέαιρε γυναῖκα,
  4. ὀφθαλμοὶ δʼ ὡς εἰ κέρα ἕστασαν ἠὲ σίδηρος
  5. ἀτρέμας ἐν βλεφάροισι· δόλῳ δʼ ὅ γε δάκρυα κεῦθεν.
  6. ἡ δʼ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο,