Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. εἴα ἵστασθαι, χαλεπὸς δέ τις ὤρορε δαίμων.
  2. τῇ τρισκαιδεκάτῃ δʼ ἄνεμος πέσε, τοὶ δʼ ἀνάγοντο.
  3. ἴσκε ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα·
  4. τῆς δʼ ἄρʼ ἀκουούσης ῥέε δάκρυα, τήκετο δὲ χρώς·
  5. ὡς δὲ χιὼν κατατήκετʼ ἐν ἀκροπόλοισιν ὄρεσσιν,
  6. ἥν τʼ Εὖρος κατέτηξεν, ἐπὴν Ζέφυρος καταχεύῃ·
  7. τηκομένης δʼ ἄρα τῆς ποταμοὶ πλήθουσι ῥέοντες·
  8. ὣς τῆς τήκετο καλὰ παρήϊα δάκρυ χεούσης,
  9. κλαιούσης ἑὸν ἄνδρα παρήμενον. αὐτὰρ Ὀδυσσεὺς
  10. θυμῷ μὲν γοόωσαν ἑὴν ἐλέαιρε γυναῖκα,
  11. ὀφθαλμοὶ δʼ ὡς εἰ κέρα ἕστασαν ἠὲ σίδηρος
  12. ἀτρέμας ἐν βλεφάροισι· δόλῳ δʼ ὅ γε δάκρυα κεῦθεν.
  13. ἡ δʼ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο,
  14. ἐξαῦτίς μιν ἔπεσσιν ἀμειβομένη προσέειπε·
  15. νῦν μὲν δή σευ, ξεῖνέ γʼ, ὀΐω πειρήσεσθαι,
  16. εἰ ἐτεὸν δὴ κεῖθι σὺν ἀντιθέοις ἑτάροισι
  17. ξείνισας ἐν μεγάροισιν ἐμὸν πόσιν, ὡς ἀγορεύεις.
  18. εἰπέ μοι ὁπποῖʼ ἄσσα περὶ χροῒ εἵματα ἕστο,
  19. αὐτός θʼ οἷος ἔην, καὶ ἑταίρους, οἵ οἱ ἕποντο.
  20. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·