Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ὦ γύναι, ἀργαλέον τόσσον χρόνον ἀμφὶς ἐόντα
  • εἰπέμεν· ἤδη γάρ οἱ ἐεικοστὸν ἔτος ἐστὶν
  • ἐξ οὗ κεῖθεν ἔβη καὶ ἐμῆς ἀπελήλυθε πάτρης·
  • αὐτάρ τοι ἐρέω ὥς μοι ἰνδάλλεται ἦτορ.
  • χλαῖναν πορφυρέην οὔλην ἔχε δῖος Ὀδυσσεύς,
  • διπλῆν· αὐτάρ οἱ περόνη χρυσοῖο τέτυκτο
  • αὐλοῖσιν διδύμοισι· πάροιθε δὲ δαίδαλον ἦεν·
  • ἐν προτέροισι πόδεσσι κύων ἔχε ποικίλον ἐλλόν,
  • ἀσπαίροντα λάων· τὸ δὲ θαυμάζεσκον ἅπαντες,
  • ὡς οἱ χρύσεοι ἐόντες ὁ μὲν λάε νεβρὸν ἀπάγχων,
  • αὐτὰρ ὁ ἐκφυγέειν μεμαὼς ἤσπαιρε πόδεσσι.
  • τὸν δὲ χιτῶνʼ ἐνόησα περὶ χροῒ σιγαλόεντα,
  • οἷόν τε κρομύοιο λοπὸν κάτα ἰσχαλέοιο·
  • τὼς μὲν ἔην μαλακός, λαμπρὸς δʼ ἦν ἠέλιος ὥς·
  • ἦ μὲν πολλαί γʼ αὐτὸν ἐθηήσαντο γυναῖκες.
  • ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
  • οὐκ οἶδʼ ἢ τάδε ἕστο περὶ χροῒ οἴκοθʼ Ὀδυσσεύς,
  • ἦ τις ἑταίρων δῶκε θοῆς ἐπὶ νηὸς ἰόντι,
  • ἤ τίς που καὶ ξεῖνος, ἐπεὶ πολλοῖσιν Ὀδυσσεὺς
  • ἔσκε φίλος· παῦροι γὰρ Ἀχαιῶν ἦσαν ὁμοῖοι.