ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,οἵ τʼ αὐτὴν Ἰθάκην εὐδείελον ἀμφινέμονται,οἵ μʼ ἀεκαζομένην μνῶνται, τρύχουσι δὲ οἶκον.τῷ οὔτε ξείνων ἐμπάξομαι οὔθʼ ἱκετάωνοὔτε τι κηρύκων, οἳ δημιοεργοὶ ἔασιν·ἀλλʼ Ὀδυσῆ ποθέουσα φίλον κατατήκομαι ἦτορ.οἱ δὲ γάμον σπεύδουσιν· ἐγὼ δὲ δόλους τολυπεύω.φᾶρος μέν μοι πρῶτον ἐνέπνευσε φρεσὶ δαίμων,στησαμένῃ μέγαν ἱστόν, ἐνὶ μεγάροισιν ὑφαίνειν,λεπτὸν καὶ περίμετρον· ἄφαρ δʼ αὐτοῖς μετέειπον·κοῦροι, ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς,μίμνετʼ ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶροςἐκτελέσω—μή μοι μεταμώνια νήματʼ ὄληται—Λαέρτῃ ἥρωϊ ταφήϊον, εἰς ὅτε κέν μινμοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο·