Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἐξ εὐηγεσίης, ἀρετῶσι δὲ λαοὶ ὑπʼ αὐτοῦ.
  2. τῷ ἐμὲ νῦν τὰ μὲν ἄλλα μετάλλα σῷ ἐνὶ οἴκῳ,
  3. μηδʼ ἐμὸν ἐξερέεινε γένος καὶ πατρίδα γαῖαν,
  4. μή μοι μᾶλλον θυμὸν ἐνιπλήσῃς ὀδυνάων
  5. μνησαμένῳ μάλα δʼ εἰμὶ πολύστονος· οὐδέ τί με χρὴ
  6. οἴκῳ ἐν ἀλλοτρίῳ γοόωντά τε μυρόμενόν τε
  7. ἧσθαι, ἐπεὶ κάκιον πενθήμεναι ἄκριτον αἰεί·
  8. μή τίς μοι δμῳῶν νεμεσήσεται, ἠὲ σύ γʼ αὐτή,
  9. φῇ δὲ δακρυπλώειν βεβαρηότα με φρένας οἴνῳ.
  10. τὸν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια·
  11. ξεῖνʼ, ἦ τοι μὲν ἐμὴν ἀρετὴν εἶδός τε δέμας τε
  12. ὤλεσαν ἀθάνατοι, ὅτε Ἴλιον εἰσανέβαινον
  13. Ἀργεῖοι, μετὰ τοῖσι δʼ ἐμὸς πόσις ᾖεν Ὀδυσσεύς
  14. εἰ κεῖνός γʼ ἐλθὼν τὸν ἐμὸν βίον ἀμφιπολεύοι,
  15. μεῖζον κε κλέος εἴη ἐμὸν καὶ κάλλιον οὕτως.
  16. νῦν δʼ ἄχομαι· τόσα γάρ μοι ἐπέσσευεν κακὰ δαίμων.