Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. φῇ δὲ δακρυπλώειν βεβαρηότα με φρένας οἴνῳ.
  2. τὸν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια·
  3. ξεῖνʼ, ἦ τοι μὲν ἐμὴν ἀρετὴν εἶδός τε δέμας τε
  4. ὤλεσαν ἀθάνατοι, ὅτε Ἴλιον εἰσανέβαινον
  5. Ἀργεῖοι, μετὰ τοῖσι δʼ ἐμὸς πόσις ᾖεν Ὀδυσσεύς
  6. εἰ κεῖνός γʼ ἐλθὼν τὸν ἐμὸν βίον ἀμφιπολεύοι,
  7. μεῖζον κε κλέος εἴη ἐμὸν καὶ κάλλιον οὕτως.
  8. νῦν δʼ ἄχομαι· τόσα γάρ μοι ἐπέσσευεν κακὰ δαίμων.
  9. ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,
  10. Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,
  11. οἵ τʼ αὐτὴν Ἰθάκην εὐδείελον ἀμφινέμονται,
  12. οἵ μʼ ἀεκαζομένην μνῶνται, τρύχουσι δὲ οἶκον.