Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ἀνδράσιν ἐν πολλοῖσι καὶ ἰφθίμοισιν ἀνάσσων
  • εὐδικίας ἀνέχῃσι, φέρῃσι δὲ γαῖα μέλαινα
  • πυροὺς καὶ κριθάς, βρίθῃσι δὲ δένδρεα καρπῷ,
  • τίκτῃ δʼ ἔμπεδα μῆλα, θάλασσα δὲ παρέχῃ ἰχθῦς
  • ἐξ εὐηγεσίης, ἀρετῶσι δὲ λαοὶ ὑπʼ αὐτοῦ.
  • τῷ ἐμὲ νῦν τὰ μὲν ἄλλα μετάλλα σῷ ἐνὶ οἴκῳ,
  • μηδʼ ἐμὸν ἐξερέεινε γένος καὶ πατρίδα γαῖαν,
  • μή μοι μᾶλλον θυμὸν ἐνιπλήσῃς ὀδυνάων
  • μνησαμένῳ μάλα δʼ εἰμὶ πολύστονος· οὐδέ τί με χρὴ
  • οἴκῳ ἐν ἀλλοτρίῳ γοόωντά τε μυρόμενόν τε
  • ἧσθαι, ἐπεὶ κάκιον πενθήμεναι ἄκριτον αἰεί·
  • μή τίς μοι δμῳῶν νεμεσήσεται, ἠὲ σύ γʼ αὐτή,