Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ξεινοδόκος μὲν ἐγών, ἐπὶ δʼ αἰνεῖτον βασιλῆες,
  2. Ἀντίνοός τε καὶ Εὐρύμαχος, πεπνυμένω ἄμφω.
  3. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον· αὐτὰρ Ὀδυσσεὺς
  4. ζώσατο μὲν ῥάκεσιν περὶ μήδεα, φαῖνε δὲ μηροὺς
  5. καλούς τε μεγάλους τε, φάνεν δέ οἱ εὐρέες ὦμοι
  6. στήθεά τε στιβαροί τε βραχίονες· αὐτὰρ Ἀθήνη
  7. ἄγχι παρισταμένη μέλεʼ ἤλδανε ποιμένι λαῶν.
  8. μνηστῆρες δʼ ἄρα πάντες ὑπερφιάλως ἀγάσαντο·
  9. ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·