Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τοιοῦτος νόος ἐστίν· ὃ καὶ μεταμώνια βάζεις.
  2. ἦ ἀλύεις, ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην;
  3. ὣς ἄρα φωνήσας σφέλας ἔλλαβεν· αὐτὰρ Ὀδυσσεὺς
  4. Ἀμφινόμου πρὸς γοῦνα καθέζετο Δουλιχιῆος,
  5. Εὐρύμαχον δείσας· ὁ δʼ ἄρʼ οἰνοχόον βάλε χεῖρα
  6. δεξιτερήν· πρόχοος δὲ χαμαὶ βόμβησε πεσοῦσα,
  7. αὐτὰρ ὅ γʼ οἰμώξας πέσεν ὕπτιος ἐν κονίῃσι.
  8. μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα,
  9. ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·