Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οὕνεκα πὰρ παύροισι καὶ οὐκ ἀγαθοῖσιν ὁμιλεῖς.
  2. εἰ δʼ Ὀδυσεὺς ἔλθοι καὶ ἵκοιτʼ ἐς πατρίδα γαῖαν,
  3. αἶψά κέ τοι τὰ θύρετρα, καὶ εὐρέα περ μάλʼ ἐόντα,
  4. φεύγοντι στείνοιτο διὲκ προθύροιο θύραζε.
  5. ὣς ἔφατʼ, Εὐρύμαχος δʼ ἐχολώσατο κηρόθι μᾶλλον,
  6. καί μιν ὑπόδρα ἰδὼν ἔπεα πτερόεντα προσηύδα·
  7. ἆ δείλʼ, ἦ τάχα τοι τελέω κακόν, οἷʼ ἀγορεύεις
  8. θαρσαλέως πολλοῖσι μετʼ ἀνδράσιν, οὐδέ τι θυμῷ
  9. ταρβεῖς· ἦ ῥά σε οἶνος ἔχει φρένας, ἤ νύ τοι αἰεὶ