Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αὐτὸς διογενῆς μετέφη πολύμητις Ὀδυσσεύς·
  2. δμῳαὶ Ὀδυσσῆος, δὴν οἰχομένοιο ἄνακτος,
  3. ἔρχεσθε πρὸς δώμαθʼ, ἵνʼ αἰδοίη βασίλεια·
  4. τῇ δὲ παρʼ ἠλάκατα στροφαλίζετε, τέρπετε δʼ αὐτὴν
  5. ἥμεναι ἐν μεγάρῳ, ἢ εἴρια πείκετε χερσίν·
  6. αὐτὰρ ἐγὼ τούτοισι φάος πάντεσσι παρέξω.