Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τοῖσι δὲ τερπομένοισι μέλας ἐπὶ ἕσπερος ἦλθεν.
  2. αὐτίκα λαμπτῆρας τρεῖς ἵστασαν ἐν μεγάροισιν,
  3. ὄφρα φαείνοιεν· περὶ δὲ ξύλα κάγκανα θῆκαν,
  4. αὖα πάλαι, περίκηλα, νέον κεκεασμένα χαλκῷ,
  5. καὶ δαΐδας μετέμισγον· ἀμοιβηδὶς δʼ ἀνέφαινον
  6. δμῳαὶ Ὀδυσσῆος ταλασίφρονος. αὐτὰρ ὁ τῇσιν