Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. πάντες δʼ ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι.
  2. ἡ δʼ αὖ Τηλέμαχον προσεφώνεεν, ὃν φίλον υἱόν·
  3. Τηλέμαχʼ, οὐκέτι τοι φρένες ἔμπεδοι οὐδὲ νόημα·
  4. παῖς ἔτʼ ἐὼν καὶ μᾶλλον ἐνὶ φρεσὶ κέρδεʼ ἐνώμας·
  5. νῦν δʼ, ὅτε δὴ μέγας ἐσσὶ καὶ ἥβης μέτρον ἱκάνεις,
  6. καί κέν τις φαίη γόνον ἔμμεναι ὀλβίου ἀνδρός,
  7. ἐς μέγεθος καὶ κάλλος ὁρώμενος, ἀλλότριος φώς,