Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς φαμένη κατέβαινʼ ὑπερώϊα σιγαλόεντα,
  2. οὐκ οἴη· ἅμα τῇ γε καὶ ἀμφίπολοι δύʼ ἕποντο.
  3. ἡ δʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,
  4. στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
  5. ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα·
  6. ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.
  7. τῶν δʼ αὐτοῦ λύτο γούνατʼ, ἔρῳ δʼ ἄρα θυμὸν ἔθελχθεν,