Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀλλʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα,
  2. εἰς ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν
  3. εὔχεο πᾶσι θεοῖσι τεληέσσας ἑκατόμβας
  4. ῥέξειν, αἴ κέ ποθι Ζεὺς ἄντιτα ἔργα τελέσσῃ.
  5. αὐτὰρ ἐγὼν ἀγορὴν ἐσελεύσομαι, ὄφρα καλέσσω
  6. ξεῖνον, ὅτις μοι κεῖθεν ἅμʼ ἕσπετο δεῦρο κιόντι.
  7. τὸν μὲν ἐγὼ προὔπεμψα σὺν ἀντιθέοις ἑτάροισι,
  8. Πείραιον δέ μιν ἠνώγεα προτὶ οἶκον ἄγοντα
  9. ἐνδυκέως φιλέειν καὶ τιέμεν, εἰς ὅ κεν ἔλθω.
  10. ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος.
  11. ἡ δʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα,
  12. εὔχετο πᾶσι θεοῖσι τεληέσσας ἑκατόμβας