Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἂψ ἀναχωρήσειν, ὅτε δὴ καὶ ὀνείδεα βάζεις.
  2. ὣς ἄρʼ ἔφη, καὶ θρῆνυν ἑλὼν βάλε δεξιὸν ὦμον,
  3. πρυμνότατον κατὰ νῶτον· ὁ δʼ ἐστάθη ἠΰτε πέτρη
  4. ἔμπεδον, οὐδʼ ἄρα μιν σφῆλεν βέλος Ἀντινόοιο,
  5. ἀλλʼ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων.
  6. ἂψ δʼ ὅ γʼ ἐπʼ οὐδὸν ἰὼν κατʼ ἄρʼ ἕζετο, κὰδ δʼ ἄρα πήρην
  7. θῆκεν ἐϋπλείην, μετὰ δὲ μνηστῆρσιν ἔειπε·
  8. κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης,
  9. ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
  10. οὐ μὰν οὔτʼ ἄχος ἐστὶ μετὰ φρεσὶν οὔτε τι πένθος,
  11. ὁππότʼ ἀνὴρ περὶ οἷσι μαχειόμενος κτεάτεσσι
  12. βλήεται, ἢ περὶ βουσὶν ἢ ἀργεννῇς ὀΐεσσιν·
  13. αὐτὰρ ἔμʼ Ἀντίνοος βάλε γαστέρος εἵνεκα λυγρῆς,
  14. οὐλομένης, ἣ πολλὰ κάκʼ ἀνθρώποισι δίδωσιν.
  15. ἀλλʼ εἴ που πτωχῶν γε θεοὶ καὶ Ἐρινύες εἰσίν,
  16. Ἀντίνοον πρὸ γάμοιο τέλος θανάτοιο κιχείη.
  17. τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός·
  18. ἔσθιʼ ἕκηλος, ξεῖνε, καθήμενος, ἢ ἄπιθʼ ἄλλῃ,
  19. μή σε νέοι διὰ δώματʼ ἐρύσσωσʼ, οἷʼ ἀγορεύεις,
  20. ἢ ποδὸς ἢ καὶ χειρός, ἀποδρύψωσι δὲ πάντα.
  21. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὑπερφιάλως νεμέσησαν·
  22. ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·
  23. Ἀντίνοʼ, οὐ μὲν κάλʼ ἔβαλες δύστηνον ἀλήτην,
  24. οὐλόμενʼ, εἰ δή πού τις ἐπουράνιος θεός ἐστιν.
  25. καί τε θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσι,
  26. παντοῖοι τελέθοντες, ἐπιστρωφῶσι πόληας,
  27. ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐφορῶντες.
  28. ὣς ἄρʼ ἔφαν μνηστῆρες, ὁ δʼ οὐκ ἐμπάζετο μύθων.
  29. Τηλέμαχος δʼ ἐν μὲν κραδίῃ μέγα πένθος ἄεξε
  30. βλημένου, οὐδʼ ἄρα δάκρυ χαμαὶ βάλεν ἐκ βλεφάροιϊν,
  31. ἀλλʼ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων.
  32. τοῦ δʼ ὡς οὖν ἤκουσε περίφρων Πηνελόπεια
  33. βλημένου ἐν μεγάρῳ, μετʼ ἄρα δμῳῇσιν ἔειπεν·
  34. αἴθʼ οὕτως αὐτόν σε βάλοι κλυτότοξος Ἀπόλλων.
  35. τὴν δʼ αὖτʼ Εὐρυνόμη ταμίη πρὸς μῦθον ἔειπεν·
  36. εἰ γὰρ ἐπʼ ἀρῇσιν τέλος ἡμετέρῃσι γένοιτο·
  37. οὐκ ἄν τις τούτων γε ἐΰθρονον Ἠῶ ἵκοιτο.
  38. τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  39. μαῖʼ, ἐχθροὶ μὲν πάντες, ἐπεὶ κακὰ μηχανόωνται·
  40. Ἀντίνοος δὲ μάλιστα μελαίνῃ κηρὶ ἔοικε.
  41. ξεῖνός τις δύστηνος ἀλητεύει κατὰ δῶμα
  42. ἀνέρας αἰτίζων· ἀχρημοσύνη γὰρ ἀνώγει·
  43. ἔνθʼ ἄλλοι μὲν πάντες ἐνέπλησάν τʼ ἔδοσάν τε,
  44. οὗτος δὲ θρήνυι πρυμνὸν βάλε δεξιὸν ὦμον.
  45. ἡ μὲν ἄρʼ ὣς ἀγόρευε μετὰ δμῳῇσι γυναιξίν,
  46. ἡμένη ἐν θαλάμῳ· ὁ δʼ ἐδείπνεε δῖος Ὀδυσσεύς·
  47. ἡ δʼ ἐπὶ οἷ καλέσασα προσηύδα δῖον ὑφορβόν·
  48. ἔρχεο, δῖʼ Εὔμαιε, κιὼν τὸν ξεῖνον ἄνωχθι
  49. ἐλθέμεν, ὄφρα τί μιν προσπτύξομαι ἠδʼ ἐρέωμαι
  50. εἴ που Ὀδυσσῆος ταλασίφρονος ἠὲ πέπυσται
  51. ἢ ἴδεν ὀφθαλμοῖσι· πολυπλάγκτῳ γὰρ ἔοικε.
  52. τὴν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα
  53. εἰ γάρ τοι, βασίλεια, σιωπήσειαν Ἀχαιοί·
  54. οἷʼ ὅ γε μυθεῖται, θέλγοιτό κέ τοι φίλον ἦτορ.
  55. τρεῖς γὰρ δή μιν νύκτας ἔχον, τρία δʼ ἤματʼ ἔρυξα
  56. ἐν κλισίῃ· πρῶτον γὰρ ἔμʼ ἵκετο νηὸς ἀποδράς·
  57. ἀλλʼ οὔ πω κακότητα διήνυσεν ἣν ἀγορεύων.
  58. ὡς δʼ ὅτʼ ἀοιδὸν ἀνὴρ ποτιδέρκεται, ὅς τε θεῶν ἒξ
  59. ἀείδει δεδαὼς ἔπεʼ ἱμερόεντα βροτοῖσι,
  60. τοῦ δʼ ἄμοτον μεμάασιν ἀκουέμεν, ὁππότʼ ἀείδῃ·
  61. ὣς ἐμὲ κεῖνος ἔθελγε παρήμενος ἐν μεγάροισι.
  62. φησὶ δʼ Ὀδυσσῆος ξεῖνος πατρώϊος εἶναι,
  63. Κρήτῃ ναιετάων, ὅθι Μίνωος γένος ἐστίν.
  64. ἔνθεν δὴ νῦν δεῦρο τόδʼ ἵκετο πήματα πάσχων,
  65. προπροκυλινδόμενος· στεῦται δʼ Ὀδυσῆος ἀκοῦσαι,
  66. ἀγχοῦ, Θεσπρωτῶν ἀνδρῶν ἐν πίονι δήμῳ,
  67. ζωοῦ· πολλὰ δʼ ἄγει κειμήλια ὅνδε δόμονδε.
  68. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  69. ἔρχεο, δεῦρο κάλεσσον, ἵνʼ ἀντίον αὐτὸς ἐνίσπῃ.
  70. οὗτοι δʼ ἠὲ θύρῃσι καθήμενοι ἑψιαάσθων.
  71. ἢ αὐτοῦ κατὰ δώματʼ, ἐπεί σφισι θυμὸς ἐΰφρων.
  72. αὐτῶν μὲν γὰρ κτήματʼ ἀκήρατα κεῖτʼ ἐνὶ οἴκῳ,
  73. σῖτος καὶ μέθυ ἡδύ· τὰ μὲν οἰκῆες ἔδουσιν,
  74. οἱ δʼ εἰς ἡμέτερον πωλεύμενοι ἤματα πάντα,
  75. βοῦς ἱερεύοντες καὶ ὄϊς καὶ πίονας αἶγας,
  76. εἰλαπινάζουσιν πίνουσί τε αἴθοπα οἶνον,
  77. μαψιδίως· τὰ δὲ πολλὰ κατάνεται. οὐ γὰρ ἔπʼ ἀνήρ,
  78. οἷος Ὀδυσσεὺς ἔσκεν, ἀρὴν ἀπὸ οἴκου ἀμῦναι.
  79. εἰ δʼ Ὀδυσεὺς ἔλθοι καὶ ἵκοιτʼ ἐς πατρίδα γαῖαν,
  80. αἶψά κε σὺν ᾧ παιδὶ βίας ἀποτίσεται ἀνδρῶν.
  81. ὣς φάτο, Τηλέμαχος δὲ μέγʼ ἔπταρεν, ἀμφὶ δὲ δῶμα
  82. σμερδαλέον κονάβησε· γέλασσε δὲ Πηνελόπεια,
  83. αἶψα δʼ ἄρʼ Εὔμαιον ἔπεα πτερόεντα προσηύδα·
  84. ἔρχεό μοι, τὸν ξεῖνον ἐναντίον ὧδε κάλεσσον.
  85. οὐχ ὁράᾳς ὅ μοι υἱὸς ἐπέπταρε πᾶσιν ἔπεσσι;
  86. τῷ κε καὶ οὐκ ἀτελὴς θάνατος μνηστῆρσι γένοιτο
  87. πᾶσι μάλʼ, οὐδέ κέ τις θάνατον καὶ κῆρας ἀλύξει.
  88. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
  89. αἴ κʼ αὐτὸν γνώω νημερτέα πάντʼ ἐνέποντα,
  90. ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά.
  91. ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσεν·
  92. ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·
  93. ξεῖνε πάτερ, καλέει σε περίφρων Πηνελόπεια,
  94. μήτηρ Τηλεμάχοιο· μεταλλῆσαί τί ἑ θυμὸς
  95. ἀμφὶ πόσει κέλεται, καὶ κήδεά περ πεπαθυίῃ.
  96. εἰ δέ κέ σε γνώῃ νημερτέα πάντʼ ἐνέποντα,
  97. ἕσσει σε χλαῖνάν τε χιτῶνά τε, τῶν σὺ μάλιστα
  98. χρηΐζεις· σῖτον δὲ καὶ αἰτίζων κατὰ δῆμον
  99. γαστέρα βοσκήσεις· δώσει δέ τοι ὅς κʼ ἐθέλῃσι.
  100. τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
  101. Εὔμαιʼ, αἶψά κʼ ἐγὼ νημερτέα πάντʼ ἐνέποιμι
  102. κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ·
  103. οἶδα γὰρ εὖ περὶ κείνου, ὁμὴν δʼ ἀνεδέγμεθʼ ὀϊζύν.
  104. ἀλλὰ μνηστήρων χαλεπῶν ὑποδείδιʼ ὅμιλον,
  105. τῶν ὕβρις τε βίη τε σιδήρεον οὐρανὸν ἵκει.
  106. καὶ γὰρ νῦν, ὅτε μʼ οὗτος ἀνὴρ κατὰ δῶμα κιόντα
  107. οὔ τι κακὸν ῥέξαντα βαλὼν ὀδύνῃσιν ἔδωκεν,
  108. οὔτε τι Τηλέμαχος τό γʼ ἐπήρκεσεν οὔτε τις ἄλλος.
  109. τῷ νῦν Πηνελόπειαν ἐνὶ μεγάροισιν ἄνωχθι
  110. μεῖναι, ἐπειγομένην περ, ἐς ἠέλιον καταδύντα·
  111. καὶ τότε μʼ εἰρέσθω πόσιος πέρι νόστιμον ἦμαρ,
  112. ἀσσοτέρω καθίσασα παραὶ πυρί· εἵματα γάρ τοι
  113. λύγρʼ ἔχω· οἶσθα καὶ αὐτός, ἐπεί σε πρῶθʼ ἱκέτευσα.
  114. ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσε.
  115. τὸν δʼ ὑπὲρ οὐδοῦ βάντα προσηύδα Πηνελόπεια·
  116. οὐ σύ γʼ ἄγεις, Εὔμαιε· τί τοῦτʼ ἐνόησεν ἀλήτης;
  117. ἦ τινά που δείσας ἐξαίσιον ἦε καὶ ἄλλως
  118. αἰδεῖται κατὰ δῶμα; κακὸς δʼ αἰδοῖος ἀλήτης.
  119. τὴν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
  120. μυθεῖται κατὰ μοῖραν, ἅ πέρ κʼ οἴοιτο καὶ ἄλλος,
  121. ὕβριν ἀλυσκάζων ἀνδρῶν ὑπερηνορεόντων.
  122. ἀλλά σε μεῖναι ἄνωγεν ἐς ἠέλιον καταδύντα.
  123. καὶ δὲ σοὶ ὧδʼ αὐτῇ πολὺ κάλλιον, ὦ βασίλεια,
  124. οἴην πρὸς ξεῖνον φάσθαι ἔπος ἠδʼ ἐπακοῦσαι.
  125. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  126. οὐκ ἄφρων ὁ ξεῖνος· ὀΐεται, ὥς περ ἂν εἴη·
  127. οὐ γάρ πού τινες ὧδε καταθνητῶν ἀνθρώπων
  128. ἀνέρες ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται.
  129. ἡ μὲν ἄρʼ ὣς ἀγόρευεν, ὁ δʼ ᾤχετο δῖος ὑφορβὸς
  130. μνηστήρων ἐς ὅμιλον, ἐπεὶ διεπέφραδε πάντα.
  131. αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα,
  132. ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθʼ οἱ ἄλλοι·
  133. ὦ φίλʼ, ἐγὼ μὲν ἄπειμι, σύας καὶ κεῖνα φυλάξων,
  134. σὸν καὶ ἐμὸν βίοτον· σοὶ δʼ ἐνθάδε πάντα μελόντων.
  135. αὐτὸν μέν σε πρῶτα σάω, καὶ φράζεο θυμῷ
  136. μή τι πάθῃς· πολλοὶ δὲ κακὰ φρονέουσιν Ἀχαιῶν,
  137. τοὺς Ζεὺς ἐξολέσειε πρὶν ἡμῖν πῆμα γενέσθαι.
  138. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  139. ἔσσεται οὕτως, ἄττα· σὺ δʼ ἔρχεο δειελιήσας·
  140. ἠῶθεν δʼ ἰέναι καὶ ἄγειν ἱερήϊα καλά·
  141. αὐτὰρ ἐμοὶ τάδε πάντα καὶ ἀθανάτοισι μελήσει.
  142. ὣς φάθʼ, ὁ δʼ αὖτις ἄρʼ ἕζετʼ ἐϋξέστου ἐπὶ δίφρου,
  143. πλησάμενος δʼ ἄρα θυμὸν ἐδητύος ἠδὲ ποτῆτος
  144. βῆ ῥʼ ἴμεναι μεθʼ ὕας, λίπε δʼ ἕρκεά τε μέγαρόν τε,
  145. πλεῖον δαιτυμόνων· οἱ δʼ ὀρχηστυῖ καὶ ἀοιδῇ
  146. τέρποντʼ· ἤδη γὰρ καὶ ἐπήλυθε δείελον ἦμαρ.
  1. ἦλθε δʼ ἐπὶ πτωχὸς πανδήμιος, ὃς κατὰ ἄστυ
  2. πτωχεύεσκʼ Ἰθάκης, μετὰ δʼ ἔπρεπε γαστέρι μάργῃ
  3. ἀζηχὲς φαγέμεν καὶ πιέμεν· οὐδέ οἱ ἦν ἲς
  4. οὐδὲ βίη, εἶδος δὲ μάλα μέγας ἦν ὁράασθαι.
  5. Ἀρναῖος δʼ ὄνομʼ ἔσκε· τὸ γὰρ θέτο πότνια μήτηρ
  6. ἐκ γενετῆς· Ἶρον δὲ νέοι κίκλησκον ἅπαντες,
  7. οὕνεκʼ ἀπαγγέλλεσκε κιών, ὅτε πού τις ἀνώγοι·
  8. ὅς ῥʼ ἐλθὼν Ὀδυσῆα διώκετο οἷο δόμοιο,
  9. καί μιν νεικείων ἔπεα πτερόεντα προσηύδα·
  10. εἶκε, γέρον, προθύρου, μὴ δὴ τάχα καὶ ποδὸς ἕλκῃ.
  11. οὐκ ἀΐεις ὅτι δή μοι ἐπιλλίζουσιν ἅπαντες,
  12. ἑλκέμεναι δὲ κέλονται; ἐγὼ δʼ αἰσχύνομαι ἔμπης.
  13. ἀλλʼ ἄνα, μὴ τάχα νῶϊν ἔρις καὶ χερσὶ γένηται.
  14. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
  15. δαιμόνιʼ, οὔτε τί σε ῥέζω κακὸν οὔτʼ ἀγορεύω,
  16. οὔτε τινὰ φθονέω δόμεναι καὶ πόλλʼ ἀνελόντα.
  17. οὐδὸς δʼ ἀμφοτέρους ὅδε χείσεται, οὐδέ τί σε χρὴ
  18. ἀλλοτρίων φθονέειν· δοκέεις δέ μοι εἶναι ἀλήτης
  19. ὥς περ ἐγών, ὄλβον δὲ θεοὶ μέλλουσιν ὀπάζειν.
  20. χερσὶ δὲ μή τι λίην προκαλίζεο, μή με χολώσῃς,
  21. μή σε γέρων περ ἐὼν στῆθος καὶ χείλεα φύρσω
  22. αἵματος· ἡσυχίη δʼ ἂν ἐμοὶ καὶ μᾶλλον ἔτʼ εἴη
  23. αὔριον· οὐ μὲν γάρ τί σʼ ὑποστρέψεσθαι ὀΐω