Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀλλʼ ἄγε μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς.
  2. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  3. μῆτερ ἐμή, μή μοι γόον ὄρνυθι μηδέ μοι ἦτορ
  4. ἐν στήθεσσιν ὄρινε φυγόντι περ αἰπὺν ὄλεθρον·
  5. ἀλλʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα,
  6. εἰς ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν
  7. εὔχεο πᾶσι θεοῖσι τεληέσσας ἑκατόμβας
  8. ῥέξειν, αἴ κέ ποθι Ζεὺς ἄντιτα ἔργα τελέσσῃ.
  9. αὐτὰρ ἐγὼν ἀγορὴν ἐσελεύσομαι, ὄφρα καλέσσω
  10. ξεῖνον, ὅτις μοι κεῖθεν ἅμʼ ἕσπετο δεῦρο κιόντι.
  11. τὸν μὲν ἐγὼ προὔπεμψα σὺν ἀντιθέοις ἑτάροισι,
  12. Πείραιον δέ μιν ἠνώγεα προτὶ οἶκον ἄγοντα
  13. ἐνδυκέως φιλέειν καὶ τιέμεν, εἰς ὅ κεν ἔλθω.
  14. ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος.
  15. ἡ δʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα,
  16. εὔχετο πᾶσι θεοῖσι τεληέσσας ἑκατόμβας
  17. ῥέξειν, αἴ κέ ποθι Ζεὺς ἄντιτα ἔργα τελέσσῃ.
  18. Τηλέμαχος δʼ ἄρʼ ἔπειτα διὲκ μεγάροιο βεβήκει
  19. ἔγχος ἔχων· ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο.
  20. θεσπεσίην δʼ ἄρα τῷ γε χάριν κατέχευεν Ἀθήνη·
  21. τὸν δʼ ἄρα πάντες λαοὶ ἐπερχόμενον θηεῦντο.
  22. ἀμφὶ δέ μιν μνηστῆρες ἀγήνορες ἠγερέθοντο
  23. ἔσθλʼ ἀγορεύοντες, κακὰ δὲ φρεσὶ βυσσοδόμευον.
  24. αὐτὰρ ὁ τῶν μὲν ἔπειτα ἀλεύατο πουλὺν ὅμιλον,
  25. ἀλλʼ ἵνα Μέντωρ ἧστο καὶ Ἄντιφος ἠδʼ Ἁλιθέρσης,
  26. οἵ τε οἱ ἐξ ἀρχῆς πατρώϊοι ἦσαν ἑταῖροι,
  27. ἔνθα καθέζετʼ ἰών· τοὶ δʼ ἐξερέεινον ἕκαστα.
  28. τοῖσι δὲ Πείραιος δουρικλυτὸς ἐγγύθεν ἦλθεν
  29. ξεῖνον ἄγων ἀγορήνδε διὰ πτόλιν· οὐδʼ ἄρʼ ἔτι δὴν
  30. Τηλέμαχος ξείνοιο ἑκὰς τράπετʼ, ἀλλὰ παρέστη.
  31. τὸν καὶ Πείραιος πρότερος πρὸς μῦθον ἔειπε·
  32. Τηλέμαχʼ, αἶψʼ ὄτρυνον ἐμὸν ποτὶ δῶμα γυναῖκας,
  33. ὥς τοι δῶρʼ ἀποπέμψω, ἅ τοι Μενέλαος ἔδωκε.
  34. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  35. Πείραιʼ, οὐ γάρ τʼ ἴδμεν ὅπως ἔσται τάδε ἔργα.
  36. εἴ κεν ἐμὲ μνηστῆρες ἀγήνορες ἐν μεγάροισι
  37. λάθρη κτείναντες πατρώϊα πάντα δάσωνται,
  38. αὐτὸν ἔχοντά σε βούλομʼ ἐπαυρέμεν, ἤ τινα τῶνδε·
  39. εἰ δέ κʼ ἐγὼ τούτοισι φόνον καὶ κῆρα φυτεύσω,
  40. δὴ τότε μοι χαίροντι φέρειν πρὸς δώματα χαίρων.
  41. ὣς εἰπὼν ξεῖνον ταλαπείριον ἦγεν ἐς οἶκον.
  42. αὐτὰρ ἐπεί ῥʼ ἵκοντο δόμους εὖ ναιετάοντας,
  43. χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε,
  44. ἐς δʼ ἀσαμίνθους βάντες ἐϋξέστας λούσαντο.
  45. τοὺς δʼ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,
  46. ἀμφὶ δʼ ἄρα χλαίνας οὔλας βάλον ἠδὲ χιτῶνας,
  47. ἔκ ῥʼ ἀσαμίνθων βάντες ἐπὶ κλισμοῖσι καθῖζον.
  48. χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
  49. καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,
  50. νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
  51. σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα,
  52. εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων.
  53. μήτηρ δʼ ἀντίον ἷζε παρὰ σταθμὸν μεγάροιο
  54. κλισμῷ κεκλιμένη, λέπτʼ ἠλάκατα στρωφῶσα.
  55. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον,
  56. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  57. τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια·
  58. Τηλέμαχʼ, ἦ τοι ἐγὼν ὑπερώϊον εἰσαναβᾶσα
  59. λέξομαι εἰς εὐνήν, ἥ μοι στονόεσσα τέτυκται,
  60. αἰεὶ δάκρυσʼ ἐμοῖσι πεφυρμένη, ἐξ οὗ Ὀδυσσεὺς
  61. ᾤχεθʼ ἅμʼ Ἀτρεΐδῃσιν ἐς Ἴλιον· οὐδέ μοι ἔτλης,
  62. πρὶν ἐλθεῖν μνηστῆρας ἀγήνορας ἐς τόδε δῶμα,
  63. νόστον σοῦ πατρὸς σάφα εἰπέμεν, εἴ που ἄκουσας.
  64. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  65. τοιγὰρ ἐγώ τοι, μῆτερ, ἀληθείην καταλέξω.
  66. ᾠχόμεθʼ ἔς τε Πύλον καὶ Νέστορα, ποιμένα λαῶν·
  67. δεξάμενος δέ με κεῖνος ἐν ὑψηλοῖσι δόμοισιν
  68. ἐνδυκέως ἐφίλει, ὡς εἴ τε πατὴρ ἑὸν υἱὸν
  69. ἐλθόντα χρόνιον νέον ἄλλοθεν· ὣς ἐμὲ κεῖνος
  70. ἐνδυκέως ἐκόμιζε σὺν υἱάσι κυδαλίμοισιν.
  71. αὐτὰρ Ὀδυσσῆος ταλασίφρονος οὔ ποτʼ ἔφασκεν,
  72. ζωοῦ οὐδὲ θανόντος, ἐπιχθονίων τευ ἀκοῦσαι·
  73. ἀλλά μʼ ἐς Ἀτρεΐδην, δουρικλειτὸν Μενέλαον,
  74. ἵπποισι προὔπεμψε καὶ ἅρμασι κολλητοῖσιν.
  75. ἔνθʼ ἴδον Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλὰ
  76. Ἀργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν.
  77. εἴρετο δʼ αὐτίκʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος
  78. ὅττευ χρηΐζων ἱκόμην Λακεδαίμονα δῖαν·
  79. αὐτὰρ ἐγὼ τῷ πᾶσαν ἀληθείην κατέλεξα·
  80. καὶ τότε δή με ἔπεσσιν ἀμειβόμενος προσέειπεν·
  81. ὢ πόποι, ἦ μάλα δὴ κρατερόφρονος ἀνδρὸς ἐν εὐνῇ
  82. ἤθελον εὐνηθῆναι, ἀνάλκιδες αὐτοὶ ἐόντες.
  83. ὡς δʼ ὁπότʼ ἐν ξυλόχῳ ἔλαφος κρατεροῖο λέοντος
  84. νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνοὺς
  85. κνημοὺς ἐξερέῃσι καὶ ἄγκεα ποιήεντα
  86. βοσκομένη, ὁ δʼ ἔπειτα ἑὴν εἰσήλυθεν εὐνήν,
  87. ἀμφοτέροισι δὲ τοῖσιν ἀεικέα πότμον ἐφῆκεν,
  88. ὣς Ὀδυσεὺς κείνοισιν ἀεικέα πότμον ἐφήσει.
  89. αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
  90. τοῖος ἐὼν οἷός ποτʼ ἐϋκτιμένῃ ἐνὶ Λέσβῳ
  91. ἐξ ἔριδος Φιλομηλεΐδῃ ἐπάλαισεν ἀναστάς,
  92. κὰδ δʼ ἔβαλε κρατερῶς, κεχάροντο δὲ πάντες Ἀχαιοί,
  93. τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς·
  94. πάντες κʼ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.
  95. ταῦτα δʼ ἅ μʼ εἰρωτᾷς καὶ λίσσεαι, οὐκ ἂν ἐγώ γε
  96. ἄλλα παρὲξ εἴποιμι παρακλιδὸν οὐδʼ ἀπατήσω,
  97. ἀλλὰ τὰ μέν μοι ἔειπε γέρων ἅλιος νημερτής,
  98. τῶν οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐδʼ ἐπικεύσω.
  99. φῆ μιν ὅ γʼ ἐν νήσῳ ἰδέειν κρατέρʼ ἄλγεʼ ἔχοντα,
  100. νύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃ
  101. ἴσχει· ὁ δʼ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι.
  102. οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,
  103. οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης
  104. ὣς ἔφατʼ Ἀτρεΐδης, δουρικλειτὸς Μενέλαος.
  105. ταῦτα τελευτήσας νεόμην· ἔδοσαν δέ μοι οὖρον
  106. ἀθάνατοι, τοί μʼ ὦκα φίλην ἐς πατρίδʼ ἔπεμψαν.
  107. ὣς φάτο, τῇ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε.
  108. τοῖσι δὲ καὶ μετέειπε Θεοκλύμενος θεοειδής·
  109. ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,
  110. ἦ τοι ὅ γʼ οὐ σάφα οἶδεν, ἐμεῖο δὲ σύνθεο μῦθον·
  111. ἀτρεκέως γάρ σοι μαντεύσομαι οὐδʼ ἐπικεύσω·
  112. ἴστω νῦν Ζεὺς πρῶτα θεῶν, ξενίη τε τράπεζα
  113. ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω,
  114. ὡς ἦ τοι Ὀδυσεὺς ἤδη ἐν πατρίδι γαίῃ,
  115. ἥμενος ἢ ἕρπων, τάδε πευθόμενος κακὰ ἔργα,
  116. ἔστιν, ἀτὰρ μνηστῆρσι κακὸν πάντεσσι φυτεύει·
  117. τοῖον ἐγὼν οἰωνὸν ἐϋσσέλμου ἐπὶ νηὸς
  118. ἥμενος ἐφρασάμην καὶ Τηλεμάχῳ ἐγεγώνευν.
  119. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  120. αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη·
  121. τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα
  122. ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι.
  123. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
  124. μνηστῆρες δὲ πάροιθεν Ὀδυσσῆος μεγάροιο
  125. δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες,
  126. ἐν τυκτῷ δαπέδῳ, ὅθι περ πάρος ὕβριν ἔχοντες.
  127. ἀλλʼ ὅτε δὴ δείπνηστος ἔην καὶ ἐπήλυθε μῆλα
  128. πάντοθεν ἐξ ἀγρῶν, οἱ δʼ ἤγαγον οἳ τὸ πάρος περ,
  129. καὶ τότε δή σφιν ἔειπε Μέδων· ὃς γάρ ῥα μάλιστα
  130. ἥνδανε κηρύκων, καὶ σφιν παρεγίγνετο δαιτί·
  131. κοῦροι, ἐπεὶ δὴ πάντες ἐτέρφθητε φρένʼ ἀέθλοις,
  132. ἔρχεσθε πρὸς δώμαθʼ, ἵνʼ ἐντυνώμεθα δαῖτα·
  133. οὐ μὲν γάρ τι χέρειον ἐν ὥρῃ δεῖπνον ἑλέσθαι.
  134. ὣς ἔφαθʼ, οἱ δʼ ἀνστάντες ἔβαν πείθοντό τε μύθῳ.
  135. αὐτὰρ ἐπεί ῥʼ ἵκοντο δόμους εὖ ναιετάοντας,
  136. χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε,
  137. οἱ δʼ ἱέρευον ὄϊς μεγάλους καὶ πίονας αἶγας,
  138. ἵρευον δὲ σύας σιάλους καὶ βοῦν ἀγελαίην,
  139. δαῖτʼ ἐντυνόμενοι. τοὶ δʼ ἐξ ἀγροῖο πόλινδε
  140. ὠτρύνοντʼ Ὀδυσεύς τʼ ἰέναι καὶ δῖος ὑφορβός.
  141. τοῖσι δὲ μύθων ἦρχε συβώτης, ὄρχαμος ἀνδρῶν·
  142. ξεῖνʼ, ἐπεὶ ἂρ δὴ ἔπειτα πόλινδʼ ἰέναι μενεαίνεις
  143. σήμερον, ὡς ἐπέτελλεν ἄναξ ἐμός—ἦ σʼ ἂν ἐγώ γε
  144. αὐτοῦ βουλοίμην σταθμῶν ῥυτῆρα λιπέσθαι·
  145. ἀλλὰ τὸν αἰδέομαι καὶ δείδια, μή μοι ὀπίσσω
  146. νεικείῃ· χαλεπαὶ δέ τʼ ἀνάκτων εἰσὶν ὁμοκλαί—
  147. ἀλλʼ ἄγε νῦν ἴομεν· δὴ γὰρ μέμβλωκε μάλιστα
  148. ἦμαρ, ἀτὰρ τάχα τοι ποτὶ ἕσπερα ῥίγιον ἔσται.
  149. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  150. γιγνώσκω, φρονέω· τά γε δὴ νοέοντι κελεύεις.
  151. ἀλλʼ ἴομεν, σὺ δʼ ἔπειτα διαμπερὲς ἡγεμόνευε.
  152. δὸς δέ μοι, εἴ ποθί τοι ῥόπαλον τετμημένον ἐστίν,
  153. σκηρίπτεσθʼ, ἐπεὶ ἦ φατʼ ἀρισφαλέʼ ἔμμεναι οὐδόν.
  154. ἦ ῥα καὶ ἀμφʼ ὤμοισιν ἀεικέα βάλλετο πήρην,
  155. πυκνὰ ῥωγαλέην· ἐν δὲ στρόφος ἦεν ἀορτήρ·
  156. Εὔμαιος δʼ ἄρα οἱ σκῆπτρον θυμαρὲς ἔδωκε.
  157. τὼ βήτην, σταθμὸν δὲ κύνες καὶ βώτορες ἄνδρες
  158. ῥύατʼ ὄπισθε μένοντες· ὁ δʼ ἐς πόλιν ἦγεν ἄνακτα
  159. πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι,
  160. σκηπτόμενον· τὰ δὲ λυγρὰ περὶ χροῒ εἵματα ἕστο.
  161. ἀλλʼ ὅτε δὴ στείχοντες ὁδὸν κάτα παιπαλόεσσαν
  162. ἄστεος ἐγγὺς ἔσαν καὶ ἐπὶ κρήνην ἀφίκοντο
  163. τυκτὴν καλλίροον, ὅθεν ὑδρεύοντο πολῖται,
  164. τὴν ποίησʼ Ἴθακος καὶ Νήριτος ἠδὲ Πολύκτωρ·
  165. ἀμφὶ δʼ ἄρʼ αἰγείρων ὑδατοτρεφέων ἦν ἄλσος,
  166. πάντοσε κυκλοτερές, κατὰ δὲ ψυχρὸν ῥέεν ὕδωρ
  167. ὑψόθεν ἐκ πέτρης· βωμὸς δʼ ἐφύπερθε τέτυκτο
  168. νυμφάων, ὅθι πάντες ἐπιρρέζεσκον ὁδῖται·
  169. ἔνθα σφέας ἐκίχανʼ υἱὸς Δολίοιο Μελανθεὺς
  170. αἶγας ἄγων, αἳ πᾶσι μετέπρεπον αἰπολίοισι,
  171. δεῖπνον μνηστήρεσσι· δύω δʼ ἅμʼ ἕποντο νομῆες.
  172. τοὺς δὲ ἰδὼν νείκεσσεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν,
  173. ἔκπαγλον καὶ ἀεικές· ὄρινε δὲ κῆρ Ὀδυσῆος·
  174. νῦν μὲν δὴ μάλα πάγχυ κακὸς κακὸν ἡγηλάζει,
  175. ὡς αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖον.
  176. πῇ δὴ τόνδε μολοβρὸν ἄγεις, ἀμέγαρτε συβῶτα,
  177. πτωχὸν ἀνιηρόν δαιτῶν ἀπολυμαντῆρα;
  178. ὃς πολλῇς φλιῇσι παραστὰς θλίψεται ὤμους,
  179. αἰτίζων ἀκόλους, οὐκ ἄορας οὐδὲ λέβητας·
  180. τόν κʼ εἴ μοι δοίης σταθμῶν ῥυτῆρα γενέσθαι
  181. σηκοκόρον τʼ ἔμεναι θαλλόν τʼ ἐρίφοισι φορῆναι,
  182. καί κεν ὀρὸν πίνων μεγάλην ἐπιγουνίδα θεῖτο.
  183. ἀλλʼ ἐπεὶ οὖν δὴ ἔργα κάκʼ ἔμμαθεν, οὐκ ἐθελήσει
  184. ἔργον ἐποίχεσθαι, ἀλλὰ πτώσσων κατὰ δῆμον
  185. βούλεται αἰτίζων βόσκειν ἣν γαστέρʼ ἄναλτον.
  186. ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
  187. αἴ κʼ ἔλθῃ πρὸς δώματʼ Ὀδυσσῆος θείοιο,
  188. πολλά οἱ ἀμφὶ κάρη σφέλα ἀνδρῶν ἐκ παλαμάων
  189. πλευραὶ ἀποτρίψουσι δόμον κάτα βαλλομένοιο.
  190. ὣς φάτο, καὶ παριὼν λὰξ ἔνθορεν ἀφραδίῃσιν
  191. ἰσχίῳ· οὐδέ μιν ἐκτὸς ἀταρπιτοῦ ἐστυφέλιξεν,
  192. ἀλλʼ ἔμενʼ ἀσφαλέως· ὁ δὲ μερμήριξεν Ὀδυσσεὺς
  193. ἠὲ μεταΐξας ῥοπάλῳ ἐκ θυμὸν ἕλοιτο,
  194. ἦ πρὸς γῆν ἐλάσειε κάρη ἀμφουδὶς ἀείρας.
  195. ἀλλʼ ἐπετόλμησε, φρεσὶ δʼ ἔσχετο· τὸν δὲ συβώτης
  196. νείκεσʼ ἐσάντα ἰδών, μέγα δʼ εὔξατο χεῖρας ἀνασχών·
  197. νύμφαι κρηναῖαι, κοῦραι Διός, εἴ ποτʼ Ὀδυσσεὺς
  198. ὔμμʼ ἐπὶ μηρίʼ ἔκηε, καλύψας πίονι δημῷ,
  199. ἀρνῶν ἠδʼ ἐρίφων, τόδε μοι κρηήνατʼ ἐέλδωρ,
  200. ὡς ἔλθοι μὲν κεῖνος ἀνήρ, ἀγάγοι δέ ἑ δαίμων·
  201. τῷ κέ τοι ἀγλαΐας γε διασκεδάσειεν ἁπάσας,
  202. τὰς νῦν ὑβρίζων φορέεις, ἀλαλήμενος αἰεὶ
  203. ἄστυ κάτʼ· αὐτὰρ μῆλα κακοὶ φθείρουσι νομῆες.
  204. τὸν δʼ αὖτε προσέειπε Μελάνθιος, αἰπόλος αἰγῶν·
  205. ὢ πόποι, οἶον ἔειπε κύων ὀλοφώϊα εἰδώς,
  206. τόν ποτʼ ἐγὼν ἐπὶ νηὸς ἐϋσσέλμοιο μελαίνης
  207. ἄξω τῆλʼ Ἰθάκης, ἵνα μοι βίοτον πολὺν ἄλφοι.
  208. αἲ γὰρ Τηλέμαχον βάλοι ἀργυρότοξος Ἀπόλλων
  209. σήμερον ἐν μεγάροις, ἢ ὑπὸ μνηστῆρσι δαμείη,
  210. ὡς Ὀδυσῆΐ γε τηλοῦ ἀπώλετο νόστιμον ἦμαρ.
  211. ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ ἦκα κιόντας,
  212. αὐτὰρ ὁ βῆ, μάλα δʼ ὦκα δόμους ἵκανεν ἄνακτος.
  213. αὐτίκα δʼ εἴσω ἴεν, μετὰ δὲ μνηστῆρσι καθῖζεν,
  214. ἀντίον Εὐρυμάχου· τὸν γὰρ φιλέεσκε μάλιστα.
  215. τῷ πάρα μὲν κρειῶν μοῖραν θέσαν οἳ πονέοντο,
  216. σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα
  217. ἔδμεναι. ἀγχίμολον δʼ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς
  218. στήτην ἐρχομένω, περὶ δέ σφεας ἤλυθʼ ἰωὴ
  219. φόρμιγγος γλαφυρῆς· ἀνὰ γάρ σφισι βάλλετʼ ἀείδειν
  220. Φήμιος· αὐτὰρ ὁ χειρὸς ἑλὼν προσέειπε συβώτην·
  221. Εὔμαιʼ, ἦ μάλα δὴ τάδε δώματα κάλʼ Ὀδυσῆος,
  222. ῥεῖα δʼ ἀρίγνωτʼ ἐστὶ καὶ ἐν πολλοῖσιν ἰδέσθαι.
  223. ἐξ ἑτέρων ἕτερʼ ἐστίν, ἐπήσκηται δέ οἱ αὐλὴ
  224. τοίχῳ καὶ θριγκοῖσι, θύραι δʼ εὐερκέες εἰσὶ
  225. δικλίδες· οὐκ ἄν τίς μιν ἀνὴρ ὑπεροπλίσσαιτο.
  226. γιγνώσκω δʼ ὅτι πολλοὶ ἐν αὐτῷ δαῖτα τίθενται
  227. ἄνδρες, ἐπεὶ κνίση μὲν ἀνήνοθεν, ἐν δέ τε φόρμιγξ
  228. ἠπύει, ἣν ἄρα δαιτὶ θεοὶ ποίησαν ἑταίρην.
  229. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
  230. ῥεῖʼ ἔγνως, ἐπεὶ οὐδὲ τά τʼ ἄλλα πέρ ἐσσʼ ἀνοήμων.
  231. ἀλλʼ ἄγε δὴ φραζώμεθʼ ὅπως ἔσται τάδε ἔργα.
  232. ἠὲ σὺ πρῶτος ἔσελθε δόμους εὖ ναιετάοντας,
  233. δύσεο δὲ μνηστῆρας, ἐγὼ δʼ ὑπολείψομαι αὐτοῦ·
  234. εἰ δʼ ἐθέλεις, ἐπίμεινον, ἐγὼ δʼ εἶμι προπάροιθε·
  235. μηδὲ σὺ δηθύνειν, μή τίς σʼ ἔκτοσθε νοήσας
  236. ἢ βάλῃ ἢ ἐλάσῃ· τὰ δέ σε φράζεσθαι ἄνωγα.
  237. τὸν δʼ ἠμείβετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς·
  238. γιγνώσκω, φρονέω· τά γε δὴ νοέοντι κελεύεις.
  239. ἀλλʼ ἔρχευ προπάροιθεν, ἐγὼ δʼ ὑπολείψομαι αὐτοῦ.
  240. οὐ γάρ τι πληγέων ἀδαήμων οὐδὲ βολάων·
  241. τολμήεις μοι θυμός, ἐπεὶ κακὰ πολλὰ πέπονθα
  242. κύμασι καὶ πολέμῳ· μετὰ καὶ τόδε τοῖσι γενέσθω·
  243. γαστέρα δʼ οὔ πως ἔστιν ἀποκρύψαι μεμαυῖαν,
  244. οὐλομένην, ἣ πολλὰ κάκʼ ἀνθρώποισι δίδωσι,
  245. τῆς ἕνεκεν καὶ νῆες ἐΰζυγοι ὁπλίζονται
  246. πόντον ἐπʼ ἀτρύγετον, κακὰ δυσμενέεσσι φέρουσαι.
  247. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
  248. ἂν δὲ κύων κεφαλήν τε καὶ οὔατα κείμενος ἔσχεν,
  249. Ἄργος, Ὀδυσσῆος ταλασίφρονος, ὅν ῥά ποτʼ αὐτὸς
  250. θρέψε μέν, οὐδʼ ἀπόνητο, πάρος δʼ εἰς Ἴλιον ἱρὴν
  251. ᾤχετο. τὸν δὲ πάροιθεν ἀγίνεσκον νέοι ἄνδρες
  252. αἶγας ἐπʼ ἀγροτέρας ἠδὲ πρόκας ἠδὲ λαγωούς·
  253. δὴ τότε κεῖτʼ ἀπόθεστος ἀποιχομένοιο ἄνακτος,
  254. ἐν πολλῇ κόπρῳ, ἥ οἱ προπάροιθε θυράων
  255. ἡμιόνων τε βοῶν τε ἅλις κέχυτʼ, ὄφρʼ ἂν ἄγοιεν
  256. δμῶες Ὀδυσσῆος τέμενος μέγα κοπρήσοντες·
  257. ἔνθα κύων κεῖτʼ Ἄργος, ἐνίπλειος κυνοραιστέων.
  258. δὴ τότε γʼ, ὡς ἐνόησεν Ὀδυσσέα ἐγγὺς ἐόντα,
  259. οὐρῇ μέν ῥʼ ὅ γʼ ἔσηνε καὶ οὔατα κάββαλεν ἄμφω,
  260. ἆσσον δʼ οὐκέτʼ ἔπειτα δυνήσατο οἷο ἄνακτος
  261. ἐλθέμεν· αὐτὰρ ὁ νόσφιν ἰδὼν ἀπομόρξατο δάκρυ,
  262. ῥεῖα λαθὼν Εὔμαιον, ἄφαρ δʼ ἐρεείνετο μύθῳ·
  263. Εὔμαιʼ, ἦ μάλα θαῦμα, κύων ὅδε κεῖτʼ ἐνὶ κόπρῳ.
  264. καλὸς μὲν δέμας ἐστίν, ἀτὰρ τόδε γʼ οὐ σάφα οἶδα,
  265. εἰ δὴ καὶ ταχὺς ἔσκε θέειν ἐπὶ εἴδεϊ τῷδε,
  266. ἦ αὔτως οἷοί τε τραπεζῆες κύνες ἀνδρῶν
  267. γίγνοντʼ· ἀγλαΐης δʼ ἕνεκεν κομέουσιν ἄνακτες.
  268. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
  269. καὶ λίην ἀνδρός γε κύων ὅδε τῆλε θανόντος.
  270. εἰ τοιόσδʼ εἴη ἠμὲν δέμας ἠδὲ καὶ ἔργα,
  271. οἷόν μιν Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς,
  272. αἶψά κε θηήσαιο ἰδὼν ταχυτῆτα καὶ ἀλκήν.