Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἦ ῥα καὶ Ἀντίνοον ἔπεα πτερόεντα προσηύδα·
  2. Ἀντίνοʼ, ἦ μευ καλὰ πατὴρ ὣς κήδεαι υἷος,
  3. ὃς τὸν ξεῖνον ἄνωγας ἀπὸ μεγάροιο διέσθαι
  4. μύθῳ ἀναγκαίῳ· μὴ τοῦτο θεὸς τελέσειε.
  5. δός οἱ ἑλών· οὔ τοι φθονέω· κέλομαι γὰρ ἐγώ γε·
  6. μήτʼ οὖν μητέρʼ ἐμὴν ἅζευ τό γε μήτε τινʼ ἄλλον
  7. δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.
  8. ἀλλʼ οὔ τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα·
  9. αὐτὸς γὰρ φαγέμεν πολὺ βούλεαι ἢ δόμεν ἄλλῳ.
  10. τὸν δʼ αὖτʼ Ἀντίνοος ἀπαμειβόμενος προσέειπε·
  11. Τηλέμαχʼ ὑψαγόρη, μένος ἄσχετε, ποῖον ἔειπες.
  12. εἴ οἱ τόσσον ἅπαντες ὀρέξειαν μνηστῆρες,