Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. μάντιν ἢ ἰητῆρα κακῶν ἢ τέκτονα δούρων,
  2. ἢ καὶ θέσπιν ἀοιδόν, ὅ κεν τέρπῃσιν ἀείδων;
  3. οὗτοι γὰρ κλητοί γε βροτῶν ἐπʼ ἀπείρονα γαῖαν·
  4. πτωχὸν δʼ οὐκ ἄν τις καλέοι τρύξοντα ἓ αὐτόν.
  5. ἀλλʼ αἰεὶ χαλεπὸς περὶ πάντων εἶς μνηστήρων
  6. δμωσὶν Ὀδυσσῆος, πέρι δʼ αὖτʼ ἐμοί· αὐτὰρ ἐγώ γε
  7. οὐκ ἀλέγω, ἧός μοι ἐχέφρων Πηνελόπεια
  8. ζώει ἐνὶ μεγάροις καὶ Τηλέμαχος θεοειδής.
  9. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  10. σίγα, μή μοι τοῦτον ἀμείβεο πολλὰ ἔπεσσιν·
  11. Ἀντίνοος δʼ εἴωθε κακῶς ἐρεθιζέμεν αἰεὶ
  12. μύθοισιν χαλεποῖσιν, ἐποτρύνει δὲ καὶ ἄλλους.