Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. Ζεῦ ἄνα, Τηλέμαχόν μοι ἐν ἀνδράσιν ὄλβιον εἶναι,
  2. καί οἱ πάντα γένοιθʼ ὅσσα φρεσὶν ᾗσι μενοινᾷ.
  3. ἦ ῥα καὶ ἀμφοτέρῃσιν ἐδέξατο καὶ κατέθηκεν
  4. αὖθι ποδῶν προπάροιθεν, ἀεικελίης ἐπὶ πήρης,
  5. ἤσθιε δʼ ἧος ἀοιδὸς ἐνὶ μεγάροισιν ἄειδεν·
  6. εὖθʼ ὁ δεδειπνήκειν, ὁ δʼ ἐπαύετο θεῖος ἀοιδός.
  7. μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρʼ. αὐτὰρ Ἀθήνη,
  8. ἄγχι παρισταμένη Λαερτιάδην Ὀδυσῆα
  9. ὤτρυνʼ, ὡς ἂν πύρνα κατὰ μνηστῆρας ἀγείροι,
  10. γνοίη θʼ οἵ τινές εἰσιν ἐναίσιμοι οἵ τʼ ἀθέμιστοι·
  11. ἀλλʼ οὐδʼ ὥς τινʼ ἔμελλʼ ἀπαλεξήσειν κακότητος.
  12. βῆ δʼ ἴμεν αἰτήσων ἐνδέξια φῶτα ἕκαστον,
  13. πάντοσε χεῖρʼ ὀρέγων, ὡς εἰ πτωχὸς πάλαι εἴη.
  14. οἱ δʼ ἐλεαίροντες δίδοσαν, καὶ ἐθάμβεον αὐτόν,
  15. ἀλλήλους τʼ εἴροντο τίς εἴη καὶ πόθεν ἔλθοι.
  16. τοῖσι δὲ καὶ μετέειπε Μελάνθιος, αἰπόλος αἰγῶν·
  17. κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης,
  18. τοῦδε περὶ ξείνου· ἦ γάρ μιν πρόσθεν ὄπωπα.
  19. ἦ τοι μέν οἱ δεῦρο συβώτης ἡγεμόνευεν,
  20. αὐτὸν δʼ οὐ σάφα οἶδα, πόθεν γένος εὔχεται εἶναι.
  21. ὣς ἔφατʼ, Ἀντίνοος δʼ ἔπεσιν νείκεσσε συβώτην·
  22. ὦ ἀρίγνωτε συβῶτα, τίη δὲ σὺ τόνδε πόλινδε
  23. ἤγαγες; ἦ οὐχ ἅλις ἧμιν ἀλήμονές εἰσι καὶ ἄλλοι,
  24. πτωχοὶ ἀνιηροί, δαιτῶν ἀπολυμαντῆρες;
  25. ἦ ὄνοσαι ὅτι τοι βίοτον κατέδουσιν ἄνακτος
  26. ἐνθάδʼ ἀγειρόμενοι, σὺ δὲ καὶ προτὶ τόνδʼ ἐκάλεσσας;
  27. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
  28. Ἀντίνοʼ, οὐ μὲν καλὰ καὶ ἐσθλὸς ἐὼν ἀγορεύεις·
  29. τίς γὰρ δὴ ξεῖνον καλεῖ ἄλλοθεν αὐτὸς ἐπελθὼν