Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. δακρύσασα δʼ ἔπειτʼ ἰθὺς κίεν· ἀμφὶ δʼ ἄρʼ ἄλλαι
  2. δμῳαὶ Ὀδυσσῆος ταλασίφρονος ἠγερέθοντο,
  3. καὶ κύνεον ἀγαπαζόμεναι κεφαλήν τε καὶ ὤμους.
  4. ἡ δʼ ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια,
  5. Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσέῃ Ἀφροδίτῃ,
  6. ἀμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεε δακρύσασα,
  7. κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλά,
  8. καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·