Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. στίβη ὑπηοίη· ἕκαθεν δέ τε ἄστυ φάτʼ εἶναι.
  2. ὣς φάτο, Τηλέμαχος δὲ διὰ σταθμοῖο βεβήκει,
  3. κραιπνὰ ποσὶ προβιβάς, κακὰ δὲ μνηστῆρσι φύτευεν.
  4. αὐτὰρ ἐπεί ῥʼ ἵκανε δόμους εὖ ναιετάοντας,
  5. ἔγχος μέν ῥʼ ἔστησε φέρων πρὸς κίονα μακρήν,
  6. αὐτὸς δʼ εἴσω ἴεν καὶ ὑπέρβη λάϊνον οὐδόν.
  7. τὸν δὲ πολὺ πρώτη εἶδε τροφὸς Εὐρύκλεια,
  8. κώεα καστορνῦσα θρόνοις ἔνι δαιδαλέοισι,