Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τῆς ἕνεκεν καὶ νῆες ἐΰζυγοι ὁπλίζονται
  2. πόντον ἐπʼ ἀτρύγετον, κακὰ δυσμενέεσσι φέρουσαι.
  3. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
  4. ἂν δὲ κύων κεφαλήν τε καὶ οὔατα κείμενος ἔσχεν,
  5. Ἄργος, Ὀδυσσῆος ταλασίφρονος, ὅν ῥά ποτʼ αὐτὸς
  6. θρέψε μέν, οὐδʼ ἀπόνητο, πάρος δʼ εἰς Ἴλιον ἱρὴν
  7. ᾤχετο. τὸν δὲ πάροιθεν ἀγίνεσκον νέοι ἄνδρες
  8. αἶγας ἐπʼ ἀγροτέρας ἠδὲ πρόκας ἠδὲ λαγωούς·
  9. δὴ τότε κεῖτʼ ἀπόθεστος ἀποιχομένοιο ἄνακτος,
  10. ἐν πολλῇ κόπρῳ, ἥ οἱ προπάροιθε θυράων
  11. ἡμιόνων τε βοῶν τε ἅλις κέχυτʼ, ὄφρʼ ἂν ἄγοιεν
  12. δμῶες Ὀδυσσῆος τέμενος μέγα κοπρήσοντες·