Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. δύσεο δὲ μνηστῆρας, ἐγὼ δʼ ὑπολείψομαι αὐτοῦ·
  2. εἰ δʼ ἐθέλεις, ἐπίμεινον, ἐγὼ δʼ εἶμι προπάροιθε·
  3. μηδὲ σὺ δηθύνειν, μή τίς σʼ ἔκτοσθε νοήσας
  4. ἢ βάλῃ ἢ ἐλάσῃ· τὰ δέ σε φράζεσθαι ἄνωγα.
  5. τὸν δʼ ἠμείβετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς·
  6. γιγνώσκω, φρονέω· τά γε δὴ νοέοντι κελεύεις.
  7. ἀλλʼ ἔρχευ προπάροιθεν, ἐγὼ δʼ ὑπολείψομαι αὐτοῦ.
  8. οὐ γάρ τι πληγέων ἀδαήμων οὐδὲ βολάων·
  9. τολμήεις μοι θυμός, ἐπεὶ κακὰ πολλὰ πέπονθα
  10. κύμασι καὶ πολέμῳ· μετὰ καὶ τόδε τοῖσι γενέσθω·
  11. γαστέρα δʼ οὔ πως ἔστιν ἀποκρύψαι μεμαυῖαν,
  12. οὐλομένην, ἣ πολλὰ κάκʼ ἀνθρώποισι δίδωσι,