Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τοῖσι δὲ καὶ μετέειπε Θεοκλύμενος θεοειδής·
  2. ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,
  3. ἦ τοι ὅ γʼ οὐ σάφα οἶδεν, ἐμεῖο δὲ σύνθεο μῦθον·
  4. ἀτρεκέως γάρ σοι μαντεύσομαι οὐδʼ ἐπικεύσω·
  5. ἴστω νῦν Ζεὺς πρῶτα θεῶν, ξενίη τε τράπεζα
  6. ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω,
  7. ὡς ἦ τοι Ὀδυσεὺς ἤδη ἐν πατρίδι γαίῃ,
  8. ἥμενος ἢ ἕρπων, τάδε πευθόμενος κακὰ ἔργα,
  9. ἔστιν, ἀτὰρ μνηστῆρσι κακὸν πάντεσσι φυτεύει·
  10. τοῖον ἐγὼν οἰωνὸν ἐϋσσέλμου ἐπὶ νηὸς
  11. ἥμενος ἐφρασάμην καὶ Τηλεμάχῳ ἐγεγώνευν.
  12. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  13. αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη·
  14. τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα
  15. ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι.
  16. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
  17. μνηστῆρες δὲ πάροιθεν Ὀδυσσῆος μεγάροιο
  18. δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες,
  19. ἐν τυκτῷ δαπέδῳ, ὅθι περ πάρος ὕβριν ἔχοντες.
  20. ἀλλʼ ὅτε δὴ δείπνηστος ἔην καὶ ἐπήλυθε μῆλα
  21. πάντοθεν ἐξ ἀγρῶν, οἱ δʼ ἤγαγον οἳ τὸ πάρος περ,
  22. καὶ τότε δή σφιν ἔειπε Μέδων· ὃς γάρ ῥα μάλιστα
  23. ἥνδανε κηρύκων, καὶ σφιν παρεγίγνετο δαιτί·
  24. κοῦροι, ἐπεὶ δὴ πάντες ἐτέρφθητε φρένʼ ἀέθλοις,
  25. ἔρχεσθε πρὸς δώμαθʼ, ἵνʼ ἐντυνώμεθα δαῖτα·
  26. οὐ μὲν γάρ τι χέρειον ἐν ὥρῃ δεῖπνον ἑλέσθαι.
  27. ὣς ἔφαθʼ, οἱ δʼ ἀνστάντες ἔβαν πείθοντό τε μύθῳ.
  28. αὐτὰρ ἐπεί ῥʼ ἵκοντο δόμους εὖ ναιετάοντας,
  29. χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε,