Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αὐτὰρ ἐγὼ τῷ πᾶσαν ἀληθείην κατέλεξα·
  2. καὶ τότε δή με ἔπεσσιν ἀμειβόμενος προσέειπεν·
  3. ὢ πόποι, ἦ μάλα δὴ κρατερόφρονος ἀνδρὸς ἐν εὐνῇ
  4. ἤθελον εὐνηθῆναι, ἀνάλκιδες αὐτοὶ ἐόντες.
  5. ὡς δʼ ὁπότʼ ἐν ξυλόχῳ ἔλαφος κρατεροῖο λέοντος
  6. νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνοὺς
  7. κνημοὺς ἐξερέῃσι καὶ ἄγκεα ποιήεντα
  8. βοσκομένη, ὁ δʼ ἔπειτα ἑὴν εἰσήλυθεν εὐνήν,
  9. ἀμφοτέροισι δὲ τοῖσιν ἀεικέα πότμον ἐφῆκεν,
  10. ὣς Ὀδυσεὺς κείνοισιν ἀεικέα πότμον ἐφήσει.
  11. αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
  12. τοῖος ἐὼν οἷός ποτʼ ἐϋκτιμένῃ ἐνὶ Λέσβῳ
  13. ἐξ ἔριδος Φιλομηλεΐδῃ ἐπάλαισεν ἀναστάς,
  14. κὰδ δʼ ἔβαλε κρατερῶς, κεχάροντο δὲ πάντες Ἀχαιοί,
  15. τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς·
  16. πάντες κʼ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.
  17. ταῦτα δʼ ἅ μʼ εἰρωτᾷς καὶ λίσσεαι, οὐκ ἂν ἐγώ γε
  18. ἄλλα παρὲξ εἴποιμι παρακλιδὸν οὐδʼ ἀπατήσω,
  19. ἀλλὰ τὰ μέν μοι ἔειπε γέρων ἅλιος νημερτής,
  20. τῶν οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐδʼ ἐπικεύσω.
  21. φῆ μιν ὅ γʼ ἐν νήσῳ ἰδέειν κρατέρʼ ἄλγεʼ ἔχοντα,
  22. νύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃ
  23. ἴσχει· ὁ δʼ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι.
  24. οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,
  25. οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης
  26. ὣς ἔφατʼ Ἀτρεΐδης, δουρικλειτὸς Μενέλαος.
  27. ταῦτα τελευτήσας νεόμην· ἔδοσαν δέ μοι οὖρον
  28. ἀθάνατοι, τοί μʼ ὦκα φίλην ἐς πατρίδʼ ἔπεμψαν.
  29. ὣς φάτο, τῇ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε.