Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. πρῆξαι δʼ ἀργαλέον τι μετὰ πλεόνεσσιν ἐόντα
  2. ἄνδρα καὶ ἴφθιμον, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσι.
  3. τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
  4. ὦ φίλʼ, ἐπεί θήν μοι καὶ ἀμείψασθαι θέμις ἐστίν,
  5. ἦ μάλα μευ καταδάπτετʼ ἀκούοντος φίλον ἦτορ,
  6. οἷά φατε μνηστῆρας ἀτάσθαλα μηχανάασθαι
  7. ἐν μεγάροις, ἀέκητι σέθεν τοιούτου ἐόντος.
  8. εἰπέ μοι ἠὲ ἑκὼν ὑποδάμνασαι, ἦ σέ γε λαοὶ
  9. ἐχθαίρουσʼ ἀνὰ δῆμον, ἐπισπόμενοι θεοῦ ὀμφῇ,
  10. ἦ τι κασιγνήτοις ἐπιμέμφεαι, οἷσί περ ἀνὴρ
  11. μαρναμένοισι πέποιθε, καὶ εἰ μέγα νεῖκος ὄρηται.
  12. αἲ γάρ ἐγὼν οὕτω νέος εἴην τῷδʼ ἐπὶ θυμῷ,
  13. ἢ παῖς ἐξ Ὀδυσῆος ἀμύμονος ἠὲ καὶ αὐτός·
  14. αὐτίκʼ ἔπειτʼ ἀπʼ ἐμεῖο κάρη τάμοι ἀλλότριος φώς,
  15. εἰ μὴ ἐγὼ κείνοισι κακὸν πάντεσσι γενοίμην,