μητρὶ δʼ ἐμῇ δίχα θυμὸς ἐνὶ φρεσὶ μερμηρίζει,ἢ αὐτοῦ παρʼ ἐμοί τε μένῃ καὶ δῶμα κομίζῃ,εὐνήν τʼ αἰδομένη πόσιος δήμοιό τε φῆμιν,ἦ ἤδη ἅμʼ ἕπηται Ἀχαιῶν ὅς τις ἄριστοςμνᾶται ἐνὶ μεγάροισιν ἀνὴρ καὶ πλεῖστα πόρῃσιν.ἀλλʼ ἦ τοὶ τὸν ξεῖνον, ἐπεὶ τεὸν ἵκετο δῶμα,ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά,δώσω δὲ ξίφος ἄμφηκες καὶ ποσσὶ πέδιλα,πέμψω δʼ ὅππη μιν κραδίη θυμός τε κελεύει.εἰ δʼ ἐθέλεις, σὺ κόμισσον ἐνὶ σταθμοῖσιν ἐρύξας·εἵματα δʼ ἐνθάδʼ ἐγὼ πέμψω καὶ σῖτον ἅπανταἔδμεναι, ὡς ἂν μή σε κατατρύχῃ καὶ ἑταίρους.κεῖσε δʼ ἂν οὔ μιν ἐγώ γε μετὰ μνηστῆρας ἐῷμιἔρχεσθαι· λίην γὰρ ἀτάσθαλον ὕβριν ἔχουσι·μή μιν κερτομέωσιν, ἐμοὶ δʼ ἄχος ἔσσεται αἰνόν.