Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • θάρσει· μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.
  • οὐκ ἔσθʼ οὗτος ἀνὴρ οὐδʼ ἔσσεται οὐδὲ γένηται,
  • ὅς κεν Τηλεμάχῳ σῷ υἱέϊ χεῖρας ἐποίσει
  • ζώοντός γʼ ἐμέθεν καὶ ἐπὶ χθονὶ δερκομένοιο.
  • ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται·
  • αἶψά οἱ αἷμα κελαινὸν ἐρωήσει περὶ δουρὶ
  • ἡμετέρῳ, ἐπεὶ ἦ καὶ ἐμὲ πτολίπορθος Ὀδυσσεὺς
  • πολλάκι γούνασιν οἷσιν ἐφεσσάμενος κρέας ὀπτὸν
  • ἐν χείρεσσιν ἔθηκεν, ἐπέσχε τε οἶνον ἐρυθρόν.