Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἤκαχε Θεσπρωτούς· οἱ δʼ ἡμῖν ἄρθμιοι ἦσαν·
  2. τόν ῥʼ ἔθελον φθῖσαι καὶ ἀπορραῖσαι φίλον ἦτορ
  3. ἠδὲ κατὰ ζωὴν φαγέειν μενοεικέα πολλήν·
  4. ἀλλʼ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένους περ.
  5. τοῦ νῦν οἶκον ἄτιμον ἔδεις, μνάᾳ δὲ γυναῖκα
  6. παῖδά τʼ ἀποκτείνεις, ἐμὲ δὲ μεγάλως ἀκαχίζεις·
  7. ἀλλά σε παύσασθαι κέλομαι καὶ ἀνωγέμεν ἄλλους.
  8. τὴν δʼ αὖτʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἀντίον ηὔδα·
  9. κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,