Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τὴν δʼ αὖτʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἀντίον ηὔδα·
  2. κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,
  3. θάρσει· μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.
  4. οὐκ ἔσθʼ οὗτος ἀνὴρ οὐδʼ ἔσσεται οὐδὲ γένηται,
  5. ὅς κεν Τηλεμάχῳ σῷ υἱέϊ χεῖρας ἐποίσει
  6. ζώοντός γʼ ἐμέθεν καὶ ἐπὶ χθονὶ δερκομένοιο.
  7. ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται·
  8. αἶψά οἱ αἷμα κελαινὸν ἐρωήσει περὶ δουρὶ
  9. ἡμετέρῳ, ἐπεὶ ἦ καὶ ἐμὲ πτολίπορθος Ὀδυσσεὺς
  10. πολλάκι γούνασιν οἷσιν ἐφεσσάμενος κρέας ὀπτὸν
  11. ἐν χείρεσσιν ἔθηκεν, ἐπέσχε τε οἶνον ἐρυθρόν.
  12. τῷ μοι Τηλέμαχος πάντων πολὺ φίλτατός ἐστιν
  13. ἀνδρῶν, οὐδέ τί μιν θάνατον τρομέεσθαι ἄνωγα
  14. ἔκ γε μνηστήρων· θεόθεν δʼ οὐκ ἔστʼ ἀλέασθαι.
  15. ὣς φάτο θαρσύνων, τῷ δʼ ἤρτυεν αὐτὸς ὄλεθρον.
  16. ἡ μὲν ἄρʼ εἰσαναβᾶσʼ ὑπερώϊα σιγαλόεντα