Ἀντίνοʼ, ὕβριν ἔχων, κακομήχανε, καὶ δέ σέ φασινἐν δήμῳ Ἰθάκης μεθʼ ὁμήλικας ἔμμεν ἄριστονβουλῇ καὶ μύθοισι· σὺ δʼ οὐκ ἄρα τοῖος ἔησθα.μάργε, τίη δὲ σὺ Τηλεμάχῳ θάνατόν τε μόρον τεῥάπτεις, οὐδʼ ἱκέτας ἐμπάζεαι, οἷσιν ἄρα Ζεὺςμάρτυρος; οὐδʼ ὁσίη κακὰ ῥάπτειν ἀλλήλοισιν.ἦ οὐκ οἶσθʼ ὅτε δεῦρο πατὴρ τεὸς ἵκετο φεύγων,δῆμον ὑποδείσας; δὴ γὰρ κεχολώατο λίην,οὕνεκα ληϊστῆρσιν ἐπισπόμενος Ταφίοισινἤκαχε Θεσπρωτούς· οἱ δʼ ἡμῖν ἄρθμιοι ἦσαν·τόν ῥʼ ἔθελον φθῖσαι καὶ ἀπορραῖσαι φίλον ἦτορἠδὲ κατὰ ζωὴν φαγέειν μενοεικέα πολλήν·ἀλλʼ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένους περ.τοῦ νῦν οἶκον ἄτιμον ἔδεις, μνάᾳ δὲ γυναῖκαπαῖδά τʼ ἀποκτείνεις, ἐμὲ δὲ μεγάλως ἀκαχίζεις·ἀλλά σε παύσασθαι κέλομαι καὶ ἀνωγέμεν ἄλλους.