Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὅς ῥʼ ἐκ Δουλιχίου πολυπύρου, ποιήεντος,
  2. ἡγεῖτο μνηστῆρσι, μάλιστα δὲ Πηνελοπείῃ
  3. ἥνδανε μύθοισι· φρεσὶ γὰρ κέχρητʼ ἀγαθῇσιν·
  4. ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·
  5. ὦ φίλοι, οὐκ ἂν ἐγώ γε κατακτείνειν ἐθέλοιμι
  6. Τηλέμαχον· δεινὸν δὲ γένος βασιλήϊόν ἐστιν
  7. κτείνειν· ἀλλὰ πρῶτα θεῶν εἰρώμεθα βουλάς.
  8. εἰ μέν κʼ αἰνήσωσι Διὸς μεγάλοιο θέμιστες,